# Eranistes 62

Theodoretus, Eranistes, Page 62. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/62

λογίας ἐσύλησαν. Τὸ δέ γε μίαν φύσιν ἀποκαλεῖν τὴν θεότητα τοῦ δεσπότου Χριστοῦ καὶ τὴν ἀνθρωπότητα ἐκ τῶν Ἀπολιναρίου φληνάφων ὑφείλοντο. Πάλιν δ' αὖ τὸ τῇ θεότητι τοῦ δεσπότου Χριστοῦ προσάπτειν τὸ πάθος ἐκ τῆς Ἀρείου καὶ Εὐνομίου βλασφημίας κεκλόφασιν, ὡς ἐοικέναι τήνδε τὴν αἵρεσιν ἀτεχνῶς τοῖς ὑπὸ τῶν προσαιτῶν ἐκ διαφόρων ῥακίων συρραπτομένοις ἐσθήμασιν. Οὗ δὴ χάριν Ἐρανιστὴν ἢ Πολύμορφον τόδε προσαγορεύω τὸ σύγγραμμα. Διαλογικῶς μέντοι ὁ λόγος προβήσεται, ἐρωτήσεις ἔχων καὶ ἀποκρίσεις καὶ προτάσεις καὶ λύσεις καὶ ἀντιθέσεις, καὶ τὰ ἄλλα ὅσα τοῦ διαλογικοῦ ἴδια χαρακτῆρος. Τὰ δέ γε τῶν ἐρωτώντων καὶ ἀποκρινομένων ὀνόματα οὐ τῷ σώματι τοῦ λόγου συντάξω, καθάπερ οἱ πάλαι τῶν Ἑλλήνων σοφοί, ἀλλ' ἔξωθεν παραγράψω ταῖς τῶν στίχων ἀρχαῖς. Ἐκεῖνοι μὲν γὰρ τοῖς διὰ παντοδαπῆς ἠγμένοις παιδείας καὶ οἷς βίος ὁ λόγος προσέφερον τὰ συγγράμματα· ἐγὼ δὲ καὶ τοῖς λόγων ἀμυήτοις εὐσύνοπτον εἶναι βούλομαι τὴν ἀνάγνωσιν καὶ τῆς ὠφελείας τὴν εὕρεσιν. Ἔσται δὲ τοῦτο, δήλων γινομένων τῶν διαλεγομένων προσώπων ἐκ τῶν παραγεγραμμένων ἔξωθεν ὀνομάτων. Καὶ τῷ μὲν ὑπὲρ τῶν ἀποστολικῶν ἀγωνιζομένῳ δογμάτων Ὀρθόδοξος ὄνομα, ὁ δὲ ἕτερος Ἐρανιστὴς ὀνομάζεται. Ὥσπερ γὰρ τὸν παρὰ πολλῶν ἐλέῳ τρεφόμενον προσαίτην ὀνομάζειν εἰώθαμεν, καὶ χρηματιστὴν τὸν συλλέγειν ἐπιστάμενον χρήματα, οὕτω δὴ καὶ τούτου τήνδε τὴν ἐπωνυμίαν ἐκ τῶν ἐπιτηδευμάτων τεθείκαμεν. Ἀξιῶ δὲ τοὺς ἐντευξομένους πάσης προλήψεως δίχα ποιήσασθαι τῆς ἀληθείας τὴν βάσανον. Καὶ γὰρ ἡμεῖς σαφηνείας φροντίζοντες εἰς τρεῖς διαλόγους διελοῦμεν τὸ σύγγραμμα. Καὶ ὁ μὲν πρῶτος περὶ τοῦ ἄτρεπτον εἶναι τοῦ μονογενοῦς υἱοῦ τὴν θεότητα δέξεται τὸν ἀγῶνα· ὁ δὲ δεύτερος ἀσύγχυτον, σὺν θεῷ φάναι, δείξει γεγενημένην τὴν ἕνωσιν τῆς τοῦ δεσπότου Χριστοῦ θεότητός τε καὶ ἀνθρωπότητος· ὁ δέ γε τρίτος περὶ τῆς ἀπαθείας τῆς τοῦ σωτῆρος ἡμῶν ἀγωνιεῖται θεότητος. Μετὰ μέντοι τοὺς τρεῖς ἀγῶνας, οἷον ἐπαγωνίσματα, ἄλλ' ἄττα προσθήσομεν, ἑκάστῳ κεφαλαίῳ συλλογισμὸν προσαρμόζοντες, καὶ δεικνύντες ἄντικρυς παρ' ἡμῖν φυλαττόμενον τῶν ἀποστόλων τὸ κήρυγμα.

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
