# Eranistes 63

Theodoretus, Eranistes, Page 63. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/63

ΑΤΡΕΠΤΟΣ ΔΙΑΛΟΓΟΣ Αʹ ΟΡΘΟΔΟΞΟΣ. Ἄμεινον μὲν ἦν συμφωνεῖν ἡμᾶς καὶ τὴν ἀποστολικὴν διδασκαλίαν φυλάττειν ἀκήρατον. Ἐπειδὴ δὲ οὐκ οἶδ' ἀνθ' ὅτου τὴν ὁμόνοιαν διαλύσαντες, κενὰ νῦν ἡμῖν προβάλλεσθε δόγματα, δίχα τινὸς ἔριδος, εἰ δοκεῖ, κοινῇ ζητήσωμεν τὴν ἀλήθειαν. ΕΡΑΝΙΣΤΗΣ. Ἡμεῖς ζητήσεως οὐ δεόμεθα· ἀκριβῶς γὰρ τῆς ἀληθείας ἐχόμεθα. ΟΡΘ. Τοῦτο καὶ τῶν αἱρετικῶν ὑπείληφεν ἕκαστος· καὶ μέντοι καὶ Ἰουδαῖοι καὶ Ἕλληνες τῶν τῆς ἀληθείας δογμάτων προστατεύειν νομίζουσιν, καὶ οὐ μόνοι γε οἱ τὰ Πλάτωνος καὶ Πυθαγόρου θρησκεύοντες, ἀλλὰ καὶ οἱ τῆς Ἐπικούρου συμμορίας καὶ οἱ πάμπαν ἄθεοι καὶ ἀδόξαστοι. Προσήκει δὲ μὴ προλήψει δουλεύειν, ἀλλὰ τὴν ἀληθῆ γνῶσιν ἐπιζητεῖν. ΕΡΑΝ. Πείθομαι τῇ παραινέσει, καὶ δέχομαι τὴν εἰσήγησιν. ΟΡΘ. Ἐπειδὴ τοίνυν τὴν προτέραν εὐπειθῶς ἐδέξω παράκλησιν, ἀξιῶ σε πάλιν μὴ λογισμοῖς ἀνθρωπίνοις ἐπιτρέψαι τῆς ἀληθείας τὴν ἔρευναν, ἀλλὰ τῶν ἀποστόλων καὶ προφητῶν καὶ τῶν μετ' ἐκείνους ἁγίων ἐπιζητῆσαι τὰ ἴχνη. Τοῦτο γὰρ καὶ τοῖς ὁδοιπόροις φίλον ποιεῖν, ὅταν ἐκτραπῶσι τῆς λεωφόρου καὶ τὰς ἀτραποὺς διασκοπεῖν, εἴ τινων ἀπιόντων ἢ ἐρχομένων ἔχουσι τύπους ποδῶν, ἢ ἀνθρώπων ἢ ἵππων ἢ ὄνων ἢ ἡμιόνων· καὶ ὅταν εὕρωσι, κατὰ τοὺς κύνας ἰχνηλατοῦσι, καὶ οὐ πρότερον ἀφιᾶσιν, ἕως ἂν τὴν εὐθεῖαν ὁδὸν ἀπολάβωσιν. ΕΡΑΝ. Οὕτω ποιῶμεν. Ἡγοῦ τοίνυν αὐτός, ἅτε δὴ ἄρξας τοῦ λόγου. ΟΡΘ. Οὐκοῦν περὶ τῶν θείων ὀνομάτων, οὐσίας φημὶ καὶ ὑποστάσεων καὶ προσώπων καὶ ἰδιοτήτων, διευκρινησώμεθα πρότερον, καὶ γνῶμεν καὶ ὁρισώμεθα τίνα ἔχει πρὸς ἄλληλα διαφοράν· εἶθ' οὕτω λοιπὸν ἁψώμεθα τῶν ἑξῆς. ΕΡΑΝ. Κάλλιστον καὶ ἀναγκαιότατον ἔδωκας τῷ διαλόγῳ προοίμιον. Τούτων γὰρ εὐκρινῶν γενομένων, ῥᾷον προβήσεται ἡ διάλεξις. ΟΡΘ. Ἐπειδὴ τοίνυν ἄραρε καὶ συνεψηφισάμεθα ταῦθ' οὕτω χρῆ-

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
