# Eranistes 65

Theodoretus, Eranistes, Page 65. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/65

σκει γραφή. "Εἶπε, γάρ, ὁ θεός, φησίν, ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἔπλασα ἀπὸ προσώπου τῆς γῆς." Τοῦτο δὲ περὶ παμπόλλων εἴρηκε μυριάδων. Πλειόνων γὰρ ἢ δισχιλίων καὶ διακοσίων μετὰ τὸν Ἀδὰμ διεληλυθότων ἐτῶν, τὴν διὰ τοῦ κατακλυσμοῦ πανωλεθρίαν τοῖς ἀνθρώποις ἐπήνεγκεν. Οὕτω καὶ ὁ μακάριος λέγει Δαβίδ· "Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν," οὐ τοῦ δεῖνος ἢ τοῦ δεῖνος, ἀλλὰ κοινῇ πάντων ἀνθρώπων κατηγορῶν. Καὶ μυρία τοιαῦτα ἔστιν εὑρεῖν, ἀλλ' οὐ χρὴ μηκύνειν. ΕΡΑΝ. Δέδεικται σαφῶς ἡ διαφορὰ τοῦ κοινοῦ πρὸς τὸ ἴδιον· ἀλλ' εἰς τὸν περὶ τῆς οὐσίας καὶ τῆς ὑποστάσεως ἐπανέλθωμεν λόγον. ΟΡΘ. Ὥσπερ τοίνυν τὸ ἄνθρωπος ὄνομα κοινόν ἐστι ταύτης τῆς φύσεως ὄνομα, οὕτω τὴν θείαν οὐσίαν τὴν ἁγίαν τριάδα σημαίνειν φαμέν, τὴν δέ γε ὑπόστασιν προσώπου τινὸς εἶναι δηλωτικήν, οἷον, ἢ τοῦ πατρὸς ἢ τοῦ υἱοῦ ἢ τοῦ ἁγίου πνεύματος. Τὴν γὰρ ὑπόστασιν καὶ τὸ πρόσωπον καὶ τὴν ἰδιότητα ταὐτὸν σημαίνειν φαμὲν τοῖς τῶν ἁγίων πατέρων ὅροις ἀκολουθοῦντες. ΕΡΑΝ. Συνομολογοῦμεν οὕτω ταῦτ' ἔχειν. ΟΡΘ. Ὅσα τοίνυν περὶ τῆς θείας λέγεται φύσεως, κοινὰ ταῦτά ἐστι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, οἷον, τὸ θεός, τὸ κύριος, τὸ δημιουργός, τὸ παντοκράτωρ, καὶ ὅσα τούτοις ἐστὶ παραπλήσια. ΕΡΑΝ. Ἀναμφισβητήτως κοινὰ τῆς τριάδος ἐστίν. ΟΡΘ. Ὅσα δ' αὖ τῶν ὑποστάσεων ὑπάρχει δηλωτικά, οὐκέτι ταῦτα τῆς ἁγίας τριάδος κοινά, ἀλλ' ἐκείνης ἐστὶ τῆς ὑποστάσεως, ἧς ἐστιν ἴδια. Οἷον τὸ πατὴρ ὄνομα καὶ τὸ ἀγέννητος τοῦ πατρός ἐστιν ἴδια, καὶ αὖ πάλιν τὸ υἱὸς ὄνομα καὶ τὸ μονογενὴς καὶ τὸ θεὸς λόγος οὐ τὸν πατέρα δηλοῖ οὐδὲ τὸ πνεῦμα τὸ ἅγιον, ἀλλὰ τὸν υἱόν. Καὶ τὸ πνεῦμα δὲ τὸ ἅγιον καὶ ὁ παράκλητος τῆς τοῦ πνεύματος ὑποστάσεως ὑπάρχει δηλωτικά. ΕΡΑΝ. Οὐ καλεῖ τοίνυν ἡ θεία γραφὴ πνεῦμα καὶ τὸν πατέρα καὶ τὸν υἱόν; ΟΡΘ. Πνεῦμα κέκληκε καὶ τὸν πατέρα καὶ τὸν υἱόν, τὸ ἀσώματον

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
