# Eranistes 67

Theodoretus, Eranistes, Page 67. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/67

ΕΡΑΝ. Καὶ ἤδη ἔφην, ὡς οἶδεν αὐτός· ἡμεῖς δὲ ἴσμεν ὅτι ἅπαντα αὐτῷ δυνατά. Καὶ γὰρ τὸ Νειλῷον ὕδωρ εἰς αἷμα μετέβαλε, καὶ τὴν ἡμέραν εἰς νύκτα, καὶ τὴν θάλατταν ἤπειρον ἔδειξε, καὶ τὴν ἄνυδρον ἔρημον ὑδάτων ἐπλήρωσεν. Ἀκούομεν δὲ καὶ τοῦ προφήτου λέγοντος· "Πάντα ὅσα ἠθέλησεν ὁ κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ." ΟΡΘ. Τὴν κτίσιν ὁ ποιητὴς ὡς ἂν ἐθέλῃ μετασκευάζει· τρεπτὴ γάρ ἐστι, καὶ τοῖς τοῦ δημιουργήσαντος ἀκολουθεῖ νεύμασιν. Αὐτὸς δὲ ἄτρεπτον ἔχει τὴν φύσιν καὶ ἀναλλοίωτον. Τούτου δὴ χάριν περὶ μὲν τῆς κτίσεως ὁ προφήτης φησίν· "Ὁ ποιῶν πάντα καὶ μετασκευάζων αὐτά·" περὶ δὲ τοῦ θεοῦ λόγου ὁ μέγας λέγει Δαβίδ· "Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι." Καὶ πάλιν αὐτὸς ὁ θεὸς περὶ ἑαυτοῦ· "Ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι." ΕΡΑΝ. Τὰ κεκρυμμένα οὐ δεῖ ζητεῖν. ΟΡΘ. Οὐδὲ τὰ δεδηλωμένα παντελῶς ἀγνοεῖν. ΕΡΑΝ. Ἐμὲ λανθάνει ὁ τῆς σαρκώσεως τρόπος· ἤκουσα δὲ ὅτι "Ὁ λόγος σὰρξ ἐγένετο." ΟΡΘ. Εἰ τραπεὶς ἐγένετο σάρξ, οὐ μεμένηκεν ὅπερ πρότερον ἦν· καὶ τοῦτο ἐκ πολλῶν εἰκόνων καταμαθεῖν εὐπετές. Καὶ γὰρ ἡ τοιάδε ψάμμος προσομιλοῦσα πυρί, πρῶτον μὲν ῥοώδης γίνεται, εἶτα εἰς ὕαλον μεταπήγνυται, καὶ ἅμα τῇ τροπῇ τὴν προσηγορίαν ἀμείβει. Οὐκ ἔτι γὰρ ψάμμος ἀλλ' ὕαλος ὀνομάζεται. ΕΡΑΝ. Οὕτως ἔχει. ΟΡΘ. Καὶ τῆς ἀμπέλου τὸν καρπὸν σταφυλὴν ὀνομάζοντες, ὅταν αὐτὸν ἀποθλίψωμεν, οὐ σταφυλὴν ἀλλ' οἶνον προσαγορεύομεν. ΕΡΑΝ. Πάνυγε. ΟΡΘ. Καὶ αὐτὸν δὲ τὸν οἶνον, τροπίαν γενόμενον, οὐκέτι οἶνον ἀλλ' ὄξος ὀνομάζειν εἰώθαμεν. ΕΡΑΝ. Ἀληθές. ΟΡΘ. Οὕτω τὸν λίθον ἕψοντές τε καὶ διαλύοντες, οὐκέτι λίθον, ἀλλ' ἄσβεστον ἢ τίτανον καλοῦμεν· καὶ μυρία δὲ τοιαῦτα ἔστιν εὑρεῖν, ἃ σὺν τῇ τροπῇ μεταβάλλει τὴν κλῆσιν.

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
