# Eranistes 74

Theodoretus, Eranistes, Page 74. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/74

Ἁρμοδίως τοίνυν ὁ θεῖος ἀπόστολος, "Ὃς ἐφανερώθη ἐν σαρκί," εἶπε. Δι' ἐκείνης γὰρ ἡ ἀθέατος ἐπεφάνη φύσις, δι' ἐκείνης αὐτὴν εἶδον καὶ τῶν ἀγγέλων οἱ δῆμοι· "Ὤφθη, γάρ φησιν, ἀγγέλοις." Μεθ' ἡμῶν οὖν ἄρα τῆς δωρεᾶς ταύτης καὶ τῶν ἀσωμάτων ἡ φύσις ἀπέλαυσεν. ΕΡΑΝ. Οὐκοῦν πρὸ τῆς τοῦ σωτῆρος ἐπιφανείας οὐχ ἑώρων οἱ ἄγγελοι τὸν θεόν; ΟΡΘ. Ὁ ἀπόστολος εἶπεν ὅτι φανερωθεὶς ἐν σαρκὶ ὤφθη ἀγγέλοις. ΕΡΑΝ. Ἀλλ' ὁ κύριος εἶπεν, "Ὁρᾶτε, μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων τῶν ἐλαχίστων. Ἀμὴν γὰρ λέγω ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐτῶν καθ' ἡμέραν ὁρῶσι τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς." ΟΡΘ. Ἀλλ' ὁ κύριος πάλιν εἶπεν, "Οὐχ ὅτι τὸν πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ θεοῦ, οὗτος ἑώρακε τὸν πατέρα." Διά τοι τοῦτο καὶ ὁ εὐαγγελιστὴς ἄντικρυς βοᾷ, "Θεὸν οὐδεὶς ἑώρακε πώποτε," καὶ βεβαιοῖ τοῦ κυρίου τὸν λόγον· "Ὁ μονογενής, γάρ φησιν, υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο." Καὶ Μωϋσῆς ὁ μέγας, ποθήσας ἰδεῖν τὴν ἀόρατον φύσιν, ἤκουσεν αὐτοῦ λέγοντος τοῦ δεσπότου θεοῦ, "Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται." ΕΡΑΝ. Πῶς οὖν νοήσομεν ὅτι "Οἱ ἄγγελοι αὐτῶν καθ' ἡμέραν ὁρῶσι τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν;" ΟΡΘ. Ὡς νοεῖν εἰώθαμεν τὰ περὶ τῶν ἑωρακέναι τὸν θεὸν νομισθέντων ἀνθρώπων. ΕΡΑΝ. Εἰπὲ σαφέστερον· οὐ νενόηκα γάρ. ΟΡΘ. Μὴ καὶ τοῖς ἀνθρώποις ὁρατὸς ὁ θεός; ΕΡΑΝ. Οὐδαμῶς. ΟΡΘ. Ἀλλ' ὅμως ἀκούομεν τῆς θείας λεγούσης γραφῆς, "Ὤφθη ὁ θεὸς τῷ Ἀβραὰμ πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ," καὶ Ἡσαΐου λέγοντος, "Εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου."

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
