# Eranistes 75

Theodoretus, Eranistes, Page 75. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/75

Καὶ ὁ Μιχαίας δὲ ταὐτὸ τοῦτο λέγει, καὶ ὁ Δανιὴλ καὶ ὁ Ἰεζεκιήλ. Περὶ δὲ Μωσέως τοῦ νομοθέτου φησὶν ἡ ἱστορία, ὅτι ἐλάλησε κύριος τῷ Μωϋσῇ, ἐνώπιος ἐνωπίῳ, ὡς εἴ τις λαλήσει πρὸς φίλον αὑτοῦ. Καὶ αὐτὸς δὲ ὁ τῶν ὅλων ἔφη θεός, ὅτι "Στόμα κατὰ στόμα λαλήσω αὐτῷ, ἐν εἴδει, καὶ οὐ δι' αἰνιγμάτων." Τί οὖν ἐροῦμεν; ὅτι τὴν θείαν ἐθεάσαντο φύσιν; ΕΡΑΝ. Οὐδαμῶς. Αὐτὸς γὰρ ὁ θεὸς ἔφη· "Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται." ΟΡΘ. Ψεύδονται τοίνυν οἱ τὸν θεὸν ἑωρακέναι φήσαντες; ΕΡΑΝ. Μὴ γένοιτο· εἶδον γὰρ ἅπερ ἰδεῖν αὐτοὺς οἷόν τε ἦν. ΟΡΘ. Τῇ δυνάμει ἄρα τῶν ὁρώντων ὁ φιλάνθρωπος δεσπότης τὰς ἀποκαλύψεις μετρεῖ; ΕΡΑΝ. Πάνυ γε. ΟΡΘ. Καὶ τοῦτο δῆλον διὰ τοῦ προφήτου πεποίηκεν. "Ἐγώ, γὰρ ἔφη, ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην." Οὐκ εἶπεν, ὤφθην, ἀλλ' "ὡμοιώθην." Ἡ δὲ ὁμοίωσις οὐκ αὐτὴν δηλοῖ τοῦ ὁρωμένου τὴν φύσιν. Οὐδὲ γὰρ ἡ τοῦ βασιλέως εἰκὼν αὐτοῦ δείκνυσι τοῦ βασιλέως τὴν φύσιν, κἂν ἐναργεῖς διασώζῃ τοῦ βασιλέως τοὺς χαρακτῆρας. ΕΡΑΝ. Ἄδηλόν ἐστι τοῦτό γε καὶ ἀσαφές. ΟΡΘ. Οὐκοῦν οὐδὲ τοῦ θεοῦ τὴν οὐσίαν εἶδον οἱ τὰς ἀποκαλύψεις ἐκείνας θεασάμενοι; ΕΡΑΝ. Τίς γὰρ οὕτω μέμηνεν ὥστε τοῦτο φάναι τολμῆσαι; ΟΡΘ. Εἴρηται δὲ ὅμως ὡς ἑωράκασιν. ΕΡΑΝ. Εἴρηται. ΟΡΘ. Ἡμεῖς δὲ καὶ λογισμοῖς εὐσεβέσι χρώμενοι, καὶ ταῖς ἀποφάσεσι ταῖς θείαις πιστεύοντες, αἳ βοῶσι διαρρήδην, "Θεὸν οὐδεὶς ἑώρακε πώποτε," φαμὲν αὐτοὺς οὐ τὴν θείαν φύσιν ἑωρακέναι, ἀλλ' ὄψεις τινὰς τῇ σφῶν δυνάμει συμμέτρους. ΕΡΑΝ. Οὕτως φαμέν. ΟΡΘ. Οὕτω τοίνυν καὶ περὶ τῶν ἀγγέλων νοήσωμεν, ἀκούοντες ὅτι "Καθ' ἡμέραν ὁρῶσι τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν." Οὐ γὰρ

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
