# Eranistes 76

Theodoretus, Eranistes, Page 76. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/76

τὴν θείαν οὐσίαν ὁρῶσι, τὴν ἀπερίγραφον, τὴν ἀκατάληπτον, τὴν ἀπερινόητον, τὴν περιληπτικὴν τῶν ὅλων, ἀλλὰ δόξαν τινὰ τῇ αὐτῶν φύσει συμμετρουμένην. ΕΡΑΝ. Ὡμολόγηται ταῦτα οὕτως ἔχειν. ΟΡΘ. Μετὰ μέντοι τὴν ἐνανθρώπησιν ὤφθη καὶ τοῖς ἀγγέλοις, κατὰ τὸν θεῖον ἀπόστολον, οὐχ ὁμοιώματι δόξης, ἀλλ' ἀληθεῖ καὶ ζῶντι χρησάμενος, οἷόν τινι παραπετάσματι, τῷ τῆς σαρκὸς προκαλύμματι. "Ὃς ἐφανερώθη, γάρ φησιν, ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύματι, ὤφθη ἀγγέλοις." ΕΡΑΝ. Τοῦτο μὲν ὡς γραφικὸν ἐδεξάμην, τὰς δὲ τῶν ὀνομάτων καινοτομίας οὐ δέχομαι. ΟΡΘ. Ποῖον ἡμεῖς κεκαινοτομήκαμεν ὄνομα; ΕΡΑΝ. Τὸ τοῦ παραπετάσματος. Ποία γὰρ γραφὴ τὴν τοῦ κυρίου σάρκα παραπέτασμα προσηγόρευσεν; ΟΡΘ. Ἔοικας μὴ μάλα σπουδαίως τὴν θείαν ἀναγινώσκειν γραφήν. Ἦ γὰρ ἄν, οὐκ ἐμέμψω τῷ παρ' ἡμῶν ὡς ἐν εἰκόνι ῥηθέντι. Πρῶτον μὲν γὰρ καὶ τὸ διὰ σαρκὸς φανερωθῆναι τὴν ἀόρατον φύσιν φάναι τὸν θεῖον ἀπόστολον, παραπέτασμα τῆς θεότητος ἐπιτρέπει τὴν σάρκα νοεῖν. Ἔπειτα δὲ σαφῶς ὁ θεῖος ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ ἐχρήσατο τῷ ὀνόματι. Λέγει δὲ οὕτως· "Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν, διὰ τοῦ καταπετάσματος, τοῦτ' ἔστι τῆς σαρκὸς αὐτοῦ, καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ θεοῦ, προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως," καὶ τὰ ἑξῆς. ΕΡΑΝ. Ἀναντίρρητος ἡ ἀπόδειξις· ἀποστολικῇ γὰρ κεκύρωται μαρτυρίᾳ. ΟΡΘ. Μὴ τοίνυν ἡμᾶς γράφου καινοτομίας. Παρεξόμεθα γάρ σοι καὶ ἑτέραν προφητικὴν μαρτυρίαν, στολὴν ἄντικρυς τοῦ κυρίου τὴν σάρκα καὶ περιβολὴν ὀνομάζουσαν. ΕΡΑΝ. Εἰ αἰνιγματώδης ὀφθείη καὶ ἀμφίβολος, ἀντιλέξομεν· εἰ δέ γε σαφής, καὶ στέρξομεν καὶ χάριν ὁμολογήσομεν.

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
