# Eranistes 77

Theodoretus, Eranistes, Page 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/77

ΟΡΘ. Αὐτόν σε τῇ ἀληθείᾳ τῆς ἐπαγγελίας μαρτυρῆσαι παρασκευάσω. Οἶσθα ὅτι τὸν Ἰούδαν εὐλογῶν Ἰακὼβ ὁ πατριάρχης, ταῖς δεσποτικαῖς περιέγραψε γοναῖς τὴν Ἰούδα ἡγεμονίαν; "Οὐκ ἐκλείψει, γὰρ ἔφη, ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν." Ταύτην δέ γε τοῖς ἔμπροσθεν ὡμολόγησας περὶ τοῦ σωτῆρος ἡμῶν τεθεσπίσθαι τὴν προφητείαν. ΕΡΑΝ. Ὡμολόγησα. ΟΡΘ. Ἀναμνήσθητι τοιγαροῦν τῶν ἑξῆς. Λέγει γὰρ ὡσαύτως· "Οὗ τὴν παρουσίαν τὰ ἔθνη προσδέχεται· πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὑτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὑτοῦ." ΕΡΑΝ. Περὶ ἱματίων εἴρηκεν ὁ πατριάρχης, οὐ περὶ σώματος. ΟΡΘ. Δεῖξον οὖν πηνίκα ἢ ποῦ ἐν αἵματι σταφυλῆς ἔπλυνε τὴν περιβολήν. ΕΡΑΝ. Σὺ δεῖξον ὅτι τὸ σῶμα τούτοις ἐφοίνιξεν. ΟΡΘ. Ἀξιῶ σε μυστικώτερον ἀποκρίνασθαι. Τινὲς γὰρ ἴσως παρεστήκασιν ἀμύητοι. ΕΡΑΝ. Οὕτως ἀκούσομαι καὶ οὕτως ἀποκρινοῦμαι. ΟΡΘ. Οἶσθ' ὅτι ἄμπελον ἑαυτὸν ὁ κύριος προσηγόρευσεν; ΕΡΑΝ. Οἶδα ὡς εἴρηκεν· "Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή." ΟΡΘ. Ὁ δὲ τῆς ἀμπέλου καρπὸς πιεσθεὶς ποίαν ἔχει προσηγορίαν; ΕΡΑΝ. Οἶνος προσαγορεύεται. ΟΡΘ. Ἡνίκα δὲ τὴν πλευρὰν τοῦ σωτῆρος ἔτρωσαν οἱ στρατιῶται τῇ λόγχῃ, τί προχεθῆναί φασιν ἐκ ταύτης οἱ συγγεγραφότες τὰ εὐαγγέλια; ΕΡΑΝ. Αἷμα καὶ ὕδωρ. ΟΡΘ. Αἷμα ἄρα σταφυλῆς τὸ τοῦ σωτῆρος προσηγόρευσεν αἷμα. Εἰ γὰρ ἄμπελος ὁ δεσπότης ὠνόμασται, ὁ δὲ τῆς ἀμπέλου καρπὸς οἶνος προσαγορεύεται, αἵματος δὲ καὶ ὕδατος ἐκ τῆς τοῦ δεσπότου πλευρᾶς προχυθέντες κρουνοὶ διὰ τοῦ λοιποῦ σώματος ἐπὶ τὰ κάτω διῆλθον, εἰκότως ἄρα καὶ προσφόρως προεῖπεν ὁ πατριάρχης· "Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὑτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὑτοῦ." Ὥσπερ γὰρ ἡμεῖς τὸν μυστικὸν τῆς ἀμπέλου καρπὸν μετὰ

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
