# Eranistes 79

Theodoretus, Eranistes, Page 79. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/79

ηγορίᾳ τετίμηκεν, οὐ τὴν φύσιν μεταβαλών, ἀλλὰ τὴν χάριν τῇ φύσει προστεθεικώς. ΕΡΑΝ. Καὶ μυστικῶς ἐρρέθη τὰ μυστικὰ καὶ σαφῶς ἐδηλώθη τὰ πᾶσιν οὐ γνώριμα. ΟΡΘ. Ἐπειδὴ τοίνυν συνωμολόγηται καὶ στολὴν καὶ περιβολὴν ὑπὸ τοῦ πατριάρχου τὸ δεσποτικὸν ὠνομάσθαι σῶμα, εἰς δὲ τὸν περὶ τῶν θείων μυστηρίων εἰσεληλύθαμεν λόγον, εἰπὲ πρὸς τῆς ἀληθείας τίνος ἡγῇ σύμβολόν τε καὶ τύπον τὴν παναγίαν ἐκείνην τροφήν; τῆς θεότητος τοῦ δεσπότου Χριστοῦ ἢ τοῦ σώματος καὶ τοῦ αἵματος; ΕΡΑΝ. Δῆλον ὡς ἐκείνων, ὧν καὶ τὰς προσηγορίας ἐδέξατο. ΟΡΘ. Τοῦ σώματος καὶ τοῦ αἵματος λέγεις; ΕΡΑΝ. Οὕτω λέγω. ΟΡΘ. Φιλαλήθως εἴρηκας. Καὶ γὰρ ὁ κύριος τὸ σύμβολον λαβὼν οὐκ εἶπε· τοῦτό ἐστιν ἡ θεότης μου· ἀλλά, "Τοῦτό ἐστι τὸ σῶμά μου·" καὶ πάλιν· "Τοῦτό ἐστι τὸ αἷμά μου·" καὶ ἑτέρωθι· "Ὁ δὲ ἄρτος ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς." ΕΡΑΝ. Ἀληθῆ ταῦτα, θεῖα γάρ ἐστι λόγια. ΟΡΘ. Εἰ τοίνυν ἀληθῆ, ὥσπερ οὖν ἀληθῆ, σῶμα δήπουθεν εἶχεν ὁ κύριος. ΕΡΑΝ. Ἐγὼ γὰρ αὐτὸν ἀσώματον λέγω; ΟΡΘ. Ἀλλ' ὁμολογεῖς αὐτὸν ἐσχηκέναι σῶμα. ΕΡΑΝ. Ἐγὼ λέγω ὅτι ὁ λόγος σὰρξ ἐγένετο· οὕτως γὰρ ἐδιδάχθην. ΟΡΘ. Κατὰ τὴν παροιμίαν, ὡς ἔοικεν, εἰς τετρημένον πίθον ἀντλοῦμεν· μετὰ γὰρ ἐκείνας ἁπάσας τὰς ἀποδείξεις καὶ τὰς τῶν ἀντιθέσεων λύσεις, τοὺς αὐτοὺς λόγους ἀνακυκλεῖς. ΕΡΑΝ. Οὐκ ἐμαυτοῦ σοι λόγους, ἀλλ' εὐαγγελικοὺς προσφέρω. ΟΡΘ. Ἐγὼ δὲ τῶν εὐαγγελικῶν τὴν ἑρμηνείαν οὐκ ἐκ προφητικῶν σοι καὶ ἀποστολικῶν προσενήνοχα λόγων; ΕΡΑΝ. Οὐκ ἀποχρῶσιν ἐκεῖναι τὸ ζητούμενον λῦσαι. ΟΡΘ. Καὶ μὴν ἐδείξαμεν ὡς ἀόρατος ὢν ἐφανερώθη διὰ σαρκός. Καὶ αὐτὴν δὲ τῆς σαρκὸς τὴν συγγένειαν παρὰ τῶν θείων ἀνδρῶν ἐδιδάχθημεν. Σπέρματος γὰρ Ἀβραὰμ ἐπελάβετο. Καὶ ὁ δεσπότης

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
