# Eranistes 80

Theodoretus, Eranistes, Page 80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/80

θεὸς πρὸς τὸν πατριάρχην ἔφη· "Ἐν τῷ σπέρματί σου εὐλογηθήσεται πάντα τὰ ἔθνη τῆς γῆς." Καὶ ὁ ἀπόστολος· "Πρόδηλον γάρ, ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος." Καὶ ἑτέρας δὲ πολλὰς τοιαύτας παρηγάγομεν μαρτυρίας. Ἐπειδὴ δὲ καὶ ἑτέρων ἀκοῦσαι ποθεῖς, ἄκουσον τοῦ ἀποστόλου λέγοντος· "Πᾶς γὰρ ἀρχιερεύς, ἐξ ἀνθρώπων λαμβανόμενος, εἰς τὸ προσφέρειν δῶρα καὶ θυσίας καθίσταται." Ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃ προσενέγκῃ. ΕΡΑΝ. Δεῖξον τοίνυν ὅτι σῶμα λαβὼν προσήνεγκεν. ΟΡΘ. Αὐτὸς ὁ θεῖος ἀπόστολος ἐν αὐτῷ γε τῷ χωρίῳ τοῦτο διδάσκει σαφῶς. Μετ' ὀλίγα γὰρ οὕτω φησί· "Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει· θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι." Οὐκ εἶπεν, εἰς σῶμά με μεταβέβληκας, ἀλλά, "σῶμα κατηρτίσω μοι." Δηλοῖ δὲ τὴν ὑπὸ τοῦ πνεύματος τοῦ σώματος γεγενημένην διάπλασιν, κατὰ τὴν τοῦ ἀγγέλου φωνήν· "Μὴ φοβηθῇς, γάρ φησι, παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου." ΕΡΑΝ. Σῶμα τοίνυν ἡ παρθένος μόνον ἐγέννησεν. ΟΡΘ. Οὐδὲ αὐτήν, ὡς ἔοικε, κατενόησας τῶν συλλαβῶν τὴν συνθήκην ἤπου γε τὴν διάνοιαν. Τὸν γὰρ τῆς συλλήψεως οὐ τὸν τῆς γεννήσεως τρόπον διδάσκει τὸν Ἰωσήφ. Οὐ γὰρ εἶπε, τὸ ἐξ αὐτῆς γεννηθέν, τοῦτ' ἔστι ποιηθὲν ἢ διαπλασθέν, ἐκ πνεύματός ἐστιν ἁγίου. Ἐπειδὴ γὰρ ὁ Ἰωσὴφ ἀγνοῶν τὸ μυστήριον μοιχείαν ὑπώπτευσεν, ἐδιδάχθη σαφῶς τοῦ πνεύματος τὴν διάπλασιν. Ταῦτα διὰ τοῦ προφήτου μηνύων εἴρηκε· "Σῶμα δὲ κατηρτίσω μοι." Πνευματικὸς δέ γε ὢν ὁ θεῖος ἀπόστολος ἡρμήνευσε τὴν πρόρρησιν. Εἰ τοίνυν ἴδιον ἱερέων τὸ δῶρα προσφέρειν, ἱερεὺς δὲ ὁ δεσπότης Χριστὸς κατὰ τὸ ἀνθρώπινον ἐχρημάτισε, προσενήνοχε δὲ οὐκ ἄλλην τινὰ θυσίαν ἀλλὰ τὸ σῶμα τὸ ἑαυτοῦ, σῶμα ἄρα εἶχεν ὁ δεσπότης Χριστός. ΕΡΑΝ. Πολλάκις εἶπον, ὡς οὐδὲ ἐγὼ ἀσώματον φανῆναι τὸν θεὸν λόγον φημί· οὐ μὴν δὲ αὐτὸν σῶμα ἀνειληφέναι, ἀλλὰ σάρκα γενέσθαι λέγω.

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
