# Eranistes 82

Theodoretus, Eranistes, Page 82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/82

ΕΡΑΝ. Περὶ τοῦ Σολομῶντος ἡ ἐπαγγελία γεγένηται. ΟΡΘ. Οὐκοῦν καὶ πρὸς τοὺς πατριάρχας περὶ τοῦ Σολομῶντος ἐποιήσατο τὰς συνθήκας. Πρὸ γὰρ τῶν περὶ τοῦ Δαβὶδ εἰρημένων, τῶν ὑποσχέσεων τῶν πρὸς ἐκείνους ἀνέμνησε. "Διεθέμην, γάρ φησι, διαθήκην τοῖς ἐκλεκτοῖς μου." Ὑπέσχετο δὲ τοῖς πατριάρχαις ἐν τῷ σπέρματι αὐτῶν εὐλογήσειν πάντα τὰ ἔθνη. Δεῖξον τοίνυν εὐλογημένα διὰ Σολομῶντος τὰ ἔθνη. ΕΡΑΝ. Ταύτην τοίνυν τὴν ἐπαγγελίαν, οὐ διὰ τοῦ Σολομῶντος, ἀλλὰ διὰ τοῦ σωτῆρος ἡμῶν πεπλήρωκεν ὁ θεός; ΟΡΘ. Καὶ τοίνυν ταῖς πρὸς τὸν Δαβὶδ γεγενημέναις ἐπαγγελίαις ὁ δεσπότης Χριστὸς τὸ πέρας ἐπέθηκεν. ΕΡΑΝ. Ἐγὼ ταύτας ἡγοῦμαι τὰς ὑποσχέσεις ἢ περὶ τοῦ Σολομῶντος ἢ περὶ τοῦ Ζοροβάβελ τὸν θεὸν πεποιῆσθαι. ΟΡΘ. Πρὸ βραχέος τοῖς Μαρκίωνος καὶ Βαλεντίνου καὶ Μάνητος ἐκέχρησο λόγοις· νῦν δὲ πρὸς τὴν ἐναντίαν ἐκ διαμέτρου συμμορίαν μεταβέβηκας, καὶ τῇ τῶν Ἰουδαίων ἀναιδείᾳ συνηγορεῖς. Ἴδιον δὲ τοῦτο τῶν τῆς εὐθείας ἐκτρεπομένων ὁδοῦ· τῇδε γὰρ κἀκεῖσε περιπλανῶνται ἀτριβῆ πορείαν ὁδεύοντες. ΕΡΑΝ. Τοὺς λοιδορίᾳ χρωμένους ὁ ἀπόστολος ἐξελαύνει τῆς βασιλείας. ΟΡΘ. Ἐὰν μάτην λοιδορῶσιν. Ἐπεὶ καὶ αὐτὸς ὁ θεῖος ἀπόστολος εἰς καιρόν ἐστιν ὅτε κέχρηται τῷδε τῷ εἴδει, καὶ Γαλάτας μὲν ἀνοήτους ὀνομάζει, περὶ δὲ ἄλλων φησίν· "Ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν·" καὶ αὖ πάλιν περὶ ἑτέρων· "Ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν," καὶ τὰ ἑξῆς. ΕΡΑΝ. Ἐγὼ τοίνυν ποίαν σοι παρέσχον ἀφορμὴν λοιδορίας; ΟΡΘ. Τὸ τοῖς προδηλοτάτοις τῆς ἀληθείας ἐχθροῖς εὐθύμως συνηγορεῖν, ἦ οὐ δοκεῖ σοι πρόφασις εὐλογωτάτη τοῖς εὐσεβέσιν εἶναι πρὸς ἀγανάκτησιν αὕτη; ΕΡΑΝ. Καὶ τίσιν ἐγὼ συνηγωνισάμην παραταττομένοις πρὸς τὴν ἀλήθειαν; ΟΡΘ. Νῦν Ἰουδαίοις. ΕΡΑΝ. Πῶς καὶ τίνα τρόπον; ΟΡΘ. Ἰουδαῖοι τῷ Σολομῶντι καὶ τῷ Ζοροβάβελ τὰς τοιαύτας

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
