# Eranistes 83

Theodoretus, Eranistes, Page 83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/83

προσαρμόττουσι προφητείας, ἵνα τὸ χριστιανικὸν ἀσύστατον ἀποδείξωσι δόγμα. Ἀπόχρη δὲ καὶ αὐτὰ τὰ ῥήματα διελέγξαι αὐτῶν τὴν παρανομίαν. "Ἕως, γάρ φησι, τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου." Οὐ μόνον δὲ Σολομὼν καὶ Ζοροβάβελ, οἷς τὰς τοιαύτας προσαρμόττουσι προφητείας, τὸν ὡρισμένον βιώσαντες χρόνον τοῦ βίου τὸ τέρμα κατέλαβον, ἀλλὰ καὶ ἅπαν ἀπέσβη τοῦ Δαβὶδ τὸ γένος. Τίς γὰρ ἐπίσταται σήμερον ἐκ τῆς Δαυϊτικῆς τινα καταγόμενον ῥίζης; ΕΡΑΝ. Οἱ καλούμενοι οὖν τῶν Ἰουδαίων πατριάρχαι οὐκ ἐκ τῆς Δαυϊτικῆς ὑπάρχουσι συγγενείας; ΟΡΘ. Οὐδαμῶς. ΕΡΑΝ. Ἀλλὰ πόθεν ὁρμῶνται; ΟΡΘ. Ἐξ Ἡρώδου τοῦ ἀλλοφύλου, ὃς πατρόθεν μὲν Ἀσκαλωνίτης ἐτύγχανεν ὤν, μητρόθεν δὲ Ἰδουμαῖος. Ἄλλως τε καὶ αὐτοὶ παντελῶς κατελύθησαν, καὶ χρόνος συχνὸς διελήλυθεν, ἐξ οὗ καὶ ἡ τούτων ἡγεμονία τὸ πέρας ἐδέξατο. Ὁ δὲ δεσπότης θεός, οὐ μόνον τὸ σπέρμα τοῦ Δαβὶδ εἰς τὸν αἰῶνα τηρήσειν, ἀλλὰ καὶ τὴν βασιλείαν ἀκατάλυτον φυλάξειν ὑπέσχετο. "Οἰκοδομήσω, γὰρ ἔφη, εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου." Ὁρῶμεν δὲ αὐτοῦ καὶ τὸ γένος φροῦδον, καὶ τὴν βασιλείαν δεξαμένην τὸ πέρας. Καὶ ταῦτα δὲ ὁρῶντες ἴσμεν τοῦ θεοῦ τῶν ὅλων τὸ ἀψευδές. ΕΡΑΝ. Δῆλον ὡς ἀψευδὴς ὁ θεός. ΟΡΘ. Εἰ τοίνυν ἀληθὴς ὁ θεός, ὥσπερ οὖν ἀληθής, ὑπέσχετο δὲ τῷ Δαβὶδ καὶ τὸ γένος εἰς τὸν αἰῶνα φυλάξειν καὶ τὴν βασιλείαν ἀδιάδοχον τηρήσειν, οὔτε δὲ τὸ γένος ὁρῶμεν οὔτε τὴν βασιλείαν (ἀμφότερα γὰρ ἐπαύσατο), πῶς πείσομεν τοὺς ἀντιλέγοντας ὡς ἀψευδὴς ὁ θεός; ΕΡΑΝ. Ἀραρότως ἡ προφητεία τὸν δεσπότην κηρύττει Χριστόν. ΟΡΘ. Ἐπεὶ τοίνυν συνωμολόγησας, δεῦρο δὴ καὶ τὰ μέσα τοῦ ψαλμοῦ κοινῇ διασκοπήσωμεν· εἰσόμεθα γὰρ σαφέστερον τῆς προφητείας τὸν νοῦν. ΕΡΑΝ. Ἡγοῦ τῆς ἐρεύνης· ἕψομαι γὰρ ἰχνηλατήσων κἀγώ.

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
