# Eranistes 87

Theodoretus, Eranistes, Page 87. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/87

προοίμιον. Ἔφη γάρ· "Καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή." Ἰεσσαὶ δὲ ὁ πατὴρ τοῦ Δαβίδ, πρὸς δὲ τὸν Δαβὶδ γέγονεν ἡ μεθ' ὅρκων ὑπόσχεσις. Οὐκ ἂν δὲ ῥάβδον βλαστήσασαν ἐξ Ἰεσσαὶ προσηγόρευσε τὸν δεσπότην Χριστόν, εἰ μόνον ᾔδει θεόν. Προείρηκε δὲ ἡ πρόρρησις καὶ τὴν τῆς οἰκουμένης μεταβολήν. "Ἐνεπλήσθη, γάρ φησιν, ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν κύριον ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας." ΕΡΑΝ. Τῶν μὲν προφητικῶν ἐπήκουσα θεσπισμάτων. Ἐβουλόμην δὲ γνῶναι σαφῶς, εἰ καὶ τῶν ἀποστόλων ὁ θεῖος χορὸς ἐκ σπέρματος Δαβὶδ βεβλαστηκέναι κατὰ σάρκα ἔφη τὸν δεσπότην Χριστόν. ΟΡΘ. Οὐδὲν ἐπήγγειλας δυσχερές, ἀλλὰ καὶ λίαν εὐπετές τε καὶ ῥᾴδιον. Ἄκουσον τοίνυν τοῦ πρώτου τῶν ἀποστόλων βοῶντος, ὅτι "Προφήτης ὢν ὁ Δαβὶδ καὶ εἰδώς, ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ ἀναστήσειν τὸ κατὰ σάρκα τὸν Χριστὸν καθίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ, προϊδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως αὐτοῦ, ὅτι οὔτε ἐγκατελείφθη εἰς ᾅδου ἡ ψυχὴ αὐτοῦ οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν." Ἐκ τούτων διαγνῶναί σοι δυνατόν, ὅτι καὶ ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα βεβλάστηκεν ὁ δεσπότης Χριστός, καὶ οὐ σάρκα μόνην, ἀλλὰ καὶ ψυχὴν εἶχεν. ΕΡΑΝ. Τίς ἕτερος ταῦτα τῶν ἀποστόλων ἐκήρυξεν; ΟΡΘ. Ἤρκει μὲν καὶ μόνος ὁ μέγας Πέτρος τῇ ἀληθείᾳ συμμαρτυρῶν· καὶ γὰρ ὁ δεσπότης παρὰ τούτου μόνου τὴν τῆς εὐσεβείας ὁμολογίαν δεξάμενος, ἐβεβαίωσε ταύτην τῷ ἀοιδίμῳ μακαρισμῷ Ἐπειδὴ δὲ καὶ ἑτέρων τοῦτο κηρυττόντων ἀκοῦσαι ποθεῖς, ἄκουσον ἐν Ἀντιοχείᾳ τῆς Πισιδίας Παύλου καὶ Βαρνάβα δημηγορούντων. Οὗτοι γὰρ τοῦ Δαβὶδ μνημονεύσαντες ταῦτα ἐπήγαγον· "Τούτου ὁ θεὸς ἀπὸ τοῦ σπέρματος κατ' ἐπαγγελίαν ἤγειρε τῷ Ἰσραὴλ σωτῆρα Ἰησοῦν," καὶ τὰ ἑξῆς. Καὶ Τιμοθέῳ δὲ ἐπιστέλλων ὁ θεσπέσιος Παῦλος καὶ ταῦτα τέθεικε· "Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν ἐκ σπέρματος Δαβίδ, κατὰ τὸ εὐαγγέλιόν μου." Καὶ

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
