# Eranistes 88

Theodoretus, Eranistes, Page 88. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/88

Ῥωμαίοις γράφων εὐθὺς ἐν τῷ προοιμίῳ τῆς Δαυϊτικῆς ἐμνημόνευσε συγγενείας. Ἔφη δὲ οὕτως· "Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὑτοῦ ἐν γραφαῖς ἁγίαις, περὶ τοῦ υἱοῦ αὑτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα." ΕΡΑΝ. Συχναὶ μὲν αἱ ἀποδείξεις καὶ ἀληθεῖς. Εἰπὲ δέ μοι, τί δήποτε τὰ ἑξῆς τῆς μαρτυρίας παρέλιπες; ΟΡΘ. Ὅτι περὶ τῆς ἀνθρωπότητος, ἀλλ' οὐ περὶ τῆς θεότητος ἀμφιβάλλεις. Εἰ δέ γε περὶ τῆς θεότητος ἠμφισβήτεις, περὶ ταύτης ἄν σοι τὰς ἀποδείξεις προσήνεγκα. Πλὴν ἀρκεῖ τὸ φάναι "κατὰ σάρκα" παραδηλῶσαι τὴν σεσιγημένην θεότητα. Κοινοῦ γὰρ ἀνθρώπου διδάσκων συγγένειαν, οὐ λέγω, τοῦ δεῖνος ὁ δεῖνα κατὰ σάρκα υἱός, ἀλλ' ἁπλῶς υἱός. Οὕτω καὶ ὁ θεῖος εὐαγγελιστὴς τὴν γενεαλογίαν συνέγραψεν· "Ἀβραάμ, γάρ φησιν, ἐγέννησε τὸν Ἰσαάκ," καὶ οὐ προστέθεικε κατὰ σάρκα, μόνον γὰρ ἄνθρωπος ὑπῆρχεν ὁ Ἰσαάκ. Παραπλησίως δὲ καὶ τῶν ἄλλων ἐμνημόνευσεν· ἄνθρωποι γὰρ ἦσαν οὐδὲν ἔξω τῆς φύσεως ἔχοντες. Περὶ μέντοι τοῦ δεσπότου Χριστοῦ διαλεγόμενοι τῆς ἀληθείας οἱ κήρυκες, καὶ τοῖς ἀγνοοῦσιν ἐπιδεικνύντες τὴν κάτω συγγένειαν, τὸ κατὰ σάρκα συνάπτουσι, ταύτῃ σημαίνοντες τὴν θεότητα καὶ διδάσκοντες ὡς οὐκ ἄνθρωπος μόνον, ἀλλὰ καὶ θεὸς προαιώνιος ὁ δεσπότης Χριστός. ΕΡΑΝ. Πολλὰς μὲν καὶ ἀποστολικὰς καὶ προφητικὰς παρήγαγες μαρτυρίας· ἐγὼ δὲ τῷ εὐαγγελιστῇ πείθομαι λέγοντι, "Ὁ λόγος σὰρξ ἐγένετο." ΟΡΘ. Κἀγὼ πείθομαι τῇ θείᾳ ταύτῃ διδασκαλίᾳ, νοῶ δὲ αὐτὴν εὐσεβῶς, ὅτι σάρκα λαβὼν καὶ ψυχὴν λογικὴν λέγεται γεγενῆσθαι σάρξ. Εἰ δὲ μηδὲν ἐκ τῆς ἡμετέρας φύσεως ἔλαβεν ὁ θεὸς λόγος, οὐκ ἀληθεῖς μὲν αἱ πρὸς τοὺς πατριάρχας παρὰ τοῦ θεοῦ τῶν ὅλων μεθ' ὅρκων γεγενημέναι συνθῆκαι, ἀνόνητος δὲ τοῦ Ἰούδα ἡ εὐλογία, ψευδὴς δὲ ἡ πρὸς τὸν Δαβὶδ ἐπαγγελία, περιττὴ δὲ καὶ ἡ παρθένος, οὐδὲν τῆς ἡμετέρας φύσεως τῷ σαρκωθέντι προσενεγκοῦσα θεῷ. Αἱ δὲ τῶν προφητῶν προρρήσεις τὸ πέρας οὐκ ἔχουσι. "Κενόν, οὖν, ἄρα τὸ κήρυγμα ἡμῶν, κενὴ δὲ καὶ ἡ πίστις ἡμῶν," ματαία δὲ καὶ τῆς ἀναστάσεως ἡ ἐλπίς. Ψεύδεται γάρ, ὡς ἔοικεν, ὁ ἀπόστολος λέγων·

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
