# Eranistes 95

Theodoretus, Eranistes, Page 95. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/95

τὴν ἑρμηνείαν τῶν εὐαγγελικῶν ῥητῶν ἐποιήσαντο, ὥσπερ εἰς ταὐτὸν συνελθόντες καὶ τὸ κοινῇ δόξαν συγγράψαντες. ΟΡΘ. Μέγιστα μὲν αὐτοὺς ἀπ' ἀλλήλων καὶ ὄρη καὶ πελάγη διίστη, ἀλλὰ τὴν συμφωνίαν οὐκ ἐπήμανεν ἡ διάστασις· ὑπὸ μιᾶς γὰρ ἅπαντες πνευματικῆς ἐνηχήθησαν χάριτος. Προσήνεγκα ἄν σοι καὶ τῶν νικηφόρων τῆς εὐσεβείας ἀγωνιστῶν Διοδώρου καὶ Θεοδώρου τὰς ἑρμηνείας, εἰ μὴ δυσμενῶς ὑμᾶς ἑώρων περὶ τοὺς ἄνδρας διακειμένους καὶ τῆς Ἀπολιναρίου περὶ αὐτοὺς ἀπεχθείας κληρονόμους γεγενημένους. Ἐθεάσω δ' ἂν καὶ τούτους συνῳδὰ γεγραφότας καὶ ἐκ τῆς θείας πηγῆς ἀρυσαμένους τὰ νάματα, καὶ κρουνοὺς καὶ αὐτοὺς γεγενημένους τοῦ πνεύματος. Ἀλλὰ τούτους μὲν παραλείψω· ἄσπονδον γὰρ κατ' αὐτῶν ἀνεδέξασθε πόλεμον. Ἐπιδείξω δέ σοι τῶν πανευφήμων τῆς ἐκκλησίας διδασκάλων τὸ περὶ τῆς θείας ἐνανθρωπήσεως φρόνημα, ἵνα γνῷς τίνα περὶ τῆς ληφθείσης ἐδόξασαν φύσεως. Ἀκήκοας δὲ πάντως Ἰγνάτιον ἐκεῖνον, ὃς διὰ τῆς τοῦ μεγάλου Πέτρου δεξιᾶς τῆς ἀρχιερωσύνης τὴν χάριν ἐδέξατο, καὶ τὴν ἐκκλησίαν Ἀντιοχέων ἰθύνας τὸν τοῦ μαρτυρίου στέφανον ἀνεδήσατο· καὶ Εἰρηναῖον, ὃς τῆς Πολυκάρπου διδασκαλίας ἀπήλαυσεν, Γαλατῶν δὲ τῶν ἑσπερίων ἐγεγόνει φωστήρ· καὶ Ἱππόλυτον καὶ Μεθόδιον, τοὺς ἀρχιερέας καὶ μάρτυρας, καὶ τοὺς ἄλλους, ὧν ταῖς διδασκαλίαις τὰς προσηγορίας συνάψω. ΕΡΑΝ. Ποθοῦντί μοι καὶ τάσδε προσοίσεις τὰς μαρτυρίας. ΟΡΘ. Ἄκουσον οὖν τῶν ἀνδρῶν τὴν ἀποστολικὴν προφερόντων διδασκαλίαν. Τοῦ ἁγίου Ἰγνατίου ἐπισκόπου Ἀντιοχείας καὶ μάρτυρος. Ἐκ τῆς πρὸς Σμυρναίους ἐπιστολῆς. Πεπληροφορημένους ἀληθῶς εἰς τὸν κύριον ἡμῶν, ὄντα ἐκ γένους Δαβὶδ κατὰ σάρκα, υἱὸν θεοῦ κατὰ θεότητα καὶ δύναμιν θεοῦ, γεγεννημένον ἀληθῶς ἐκ παρθένου, βεβαπτισμένον ὑπὸ Ἰωάννου, ἵνα πληρωθῇ πᾶσα δικαιοσύνη ὑπ' αὐτοῦ, ἀληθῶς ἐπὶ Ποντίου Πιλάτου καὶ Ἡρώδου τετράρχου καθηλωμένον ὑπὲρ ἡμῶν σαρκί.

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
