# Eranistes 99

Theodoretus, Eranistes, Page 99. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/eranistes/99

Ἱππολύτου ἐπισκόπου καὶ μάρτυρος. Ἐκ τοῦ λόγου τοῦ εἰς τό, "Κύριος ποιμαίνει με." Καὶ κιβωτὸς δὲ ἐκ ξύλων ἀσήπτων αὐτὸς ἦν ὁ σωτήρ. Τὸ γὰρ ἄσηπτον αὐτοῦ καὶ ἀδιάφθορον σκῆνος ταύτῃ κατηγγέλλετο τὸ μηδεμίαν ἁμαρτήματος σηπεδόνα φῦσαν. Ὁ γὰρ ἁμαρτήσας καὶ ἐξομολογούμενός φησι· "Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου." Ὁ δὲ κύριος ἀναμάρτητος ἦν, ἐκ τῶν ἀσήπτων ξύλων τὸ κατὰ ἄνθρωπον, τουτέστιν, ἐκ τῆς παρθένου καὶ τοῦ ἁγίου πνεύματος, ἔσωθεν καὶ ἔξωθεν τοῦ λόγου τοῦ θεοῦ οἷα καθαρωτάτῳ χρυσίῳ περικεκαλυμμένος. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τὸν Ἑλκανᾶν καὶ τὴν Ἄνναν. Ἄγε δή μοι, ὦ Σαμουήλ, εἰς Βηθλεὲμ ἑλκομένην τὴν δάμαλιν, ἵνα ἐπιδείξῃς τὸν ἐκ Δαβὶδ βασιλέα τικτόμενον, καὶ τοῦτον ὑπὸ πατρὸς βασιλέα καὶ ἱερέα χριόμενον. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Εἰπέ μοι, ὦ μακαρία Μαρία, τί ἦν τὸ ὑπὸ σοῦ ἐν τῇ κοιλίᾳ συνειλημμένον, καὶ τί ἦν τὸ ὑπὸ σοῦ ἐν παρθενικῇ μήτρᾳ βασταζόμενον; Λόγος γὰρ ἦν θεοῦ πρωτότοκος ἀπ' οὐρανῶν ἐπὶ σὲ κατερχόμενος, καὶ ἄνθρωπος πρωτότοκος ἐν κοιλίᾳ πλασσόμενος, ἵν' ὁ πρωτότοκος λόγος θεοῦ πρωτοτόκῳ ἀνθρώπῳ συναπτόμενος δειχθῇ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Τὴν δὲ δευτέραν, τὴν διὰ τῶν προφητῶν ὡς διὰ τοῦ Σαμουήλ, ἀνακαλῶν καὶ ἐπιστρέφων τὸν λαὸν ἀπὸ τῆς δουλείας τῶν ἀλλοφύλων. Τὴν δὲ τρίτην, ἐν ᾗ ἔνσαρκος παρῆν τὸν ἐκ τῆς παρθένου ἄνθρωπον ἀναλαβών, ὃς καὶ ἰδὼν τὴν πόλιν, ἔκλαυσεν ἐπ' αὐτῇ. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τὴν ἀρχὴν τοῦ Ἡσαΐου. Αἰγύπτῳ μὲν τὸν κόσμον ἀπείκασε, χειροποιήτοις δὲ τὴν εἰδωλολατρίαν, σεισμῷ δὲ τὴν μετανάστασιν καὶ κατάλυσιν αὐτῆς. Κύριον δὲ τὸν λόγον· νεφέλην δὲ κούφην, τὸ καθαρώτατον σκῆνος, εἰς ὃ ἐνθρονισθεὶς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἰσῆλθεν εἰς τὸν βίον σεῖσαι τὴν πλάνην. Τοῦ ἁγίου Μεθοδίου ἐπισκόπου καὶ μάρτυρος.

---

Theodoretus Scr. Eccl. et Theol., Eranistes. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg002.local001/.
