# Graecarum affectionum curatio 1.101-104

Theodoretus, Graecarum affectionum curatio, 1.101 to 1.104. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/1.101

Οὕτω δὴ καὶ ὁ ναυπηγὸς ἐκπαιδεύει τὸν μαθεῖν ὀριγνώμενον, πῶς μὲν χρὴ διατείνειν τὴν στάθμην, πῶς δὲ κινεῖν προσήκει τὸν πρίονα, πῶς δὲ τῷ σκεπάρνῳ καὶ τῷ τερέτρῳ καὶ τῷ τρυπάνῳ κεχρῆσθαι· μανθάνει δὲ τούτων ἕκαστον ὁ φοιτῶν, πᾶν γε τὸ κελευόμενον δρῶν καὶ νόμους τοῦ διδασκάλου τοὺς λόγους ποιούμενος καὶ πιστεύων γε δι' ἐκείνου κατορθώσειν τὴν τέχνην. Οὕτω καὶ ὁ ἰατρὸς οὐ μόνον ἐκπαιδεύει τὴν ἐπιστήμην, ἀλλὰ καὶ ἰατρεύει τοὺς κάμνοντας· καὶ αὐτὸς μὲν οἶδε τῆς ἰατρείας τὸν λόγον, ὁ δέ γε τῇ νόσῳ παλαίων τοῦτο μὲν οὐκ ἐπίσταται, τῆς νόσου δέ γε πιστεύει διὰ τῆς ἰατρικῆς ἀπαλλαγήσεσθαι τέχνης. Καὶ μέντοι καὶ τὸ σκάφος ἰθύνειν μόνοι γε ἴσασιν οἱ τὴν κυβερνητικὴν ἐπιστάμενοι τέχνην, οἱ δὲ πλωτῆρες δι' ἐκείνων πιστεύουσι τοῖς ποθουμένοις λιμέσι προσορμισθήσεσθαι. Οὐκοῦν, ὦ φιλότης, κοινὸν μέν τι χρῆμα πάντων ἡ πίστις, καὶ τῶν μαθεῖν τινα τέχνην ἐφιεμένων καὶ τῶν πλεόντων καὶ γεωργούντων καὶ ἰατροῖς προσεδρευόντων· ἡ δὲ γνῶσις οὐ πάντων, ἀλλὰ μόνων τῶν τὰς τέχνας ἐπισταμένων.

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
