Ancient Greek
Book 1
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 1.105
Not analysed yet
Αὐτίκα τοίνυν ἢν ἐθελήσωμεν διαγνῶναι χρυσὸν δόκιμόν τε καὶ ἄπεφθον, οὐχ ἡμεῖς τῇ βασάνῳ τοῦτον προσφέρομεν, ἀλλὰ τὸν ἐπιστάμενον τὰ τοιαῦτα δοκιμάσαι κελεύομεν· ὁ δέ, ἢ τῇ λίθῳ προσφέρων ἢ τῷ πυρί, ἢ κίβδηλον ἢ δόκιμον ἀποφαίνει· οὕτω καὶ πολυτελεῖς ὠνούμενοι λίθους, οὐχ ἡμῖν αὐτοῖς τὴν τούτων διάγνωσιν ἐπιτρέπομεν, ἀλλ' οἷς ὁ χρόνος καὶ ἡ πεῖρα τήνδε τὴν ἐπιστήμην ἐνέθηκεν·