# Graecarum affectionum curatio 1.106-111

Theodoretus, Graecarum affectionum curatio, 1.106 to 1.111. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/1.106

καὶ τὴν σηρικὴν δὲ καὶ ποικίλην καὶ χρυσόπαστον ἐσθῆτα εἴ τις πρίασθαι βούλεται, τοῖς τῆς ὑφαντικῆς ἐπιστήμοσιν ἐπιτρέπει τὴν ἀξίαν τούτοις ἐπιθεῖναι τιμήν· καὶ μὲν δὴ καὶ ὁ σταθμὸν σκευῶν τινων χρυσῶν ἢ ἀργυρῶν ἢ νομισμάτων ἐθέλων μαθεῖν τῷ τὴν στατικὴν ἐπισταμένῳ τέχνην ταῦτα προσφέρει καὶ παρ' ἐκείνου διδάσκεται τὸν σταθμὸν καὶ πιστεύει καὶ οὐκ ἀντιλέγει μηνύοντι. Οὔκουν ἁπάντων ἡ ἐπιστήμη, ἀλλὰ τῶν διδασκαλίᾳ καὶ χρόνῳ καὶ πείρᾳ ταύτην μεμαθηκότων. ἡ δέ γε πίστις ἁπάντων ἐστὶ τῶν μαθεῖν τι προθυμουμένων. Ὑποβάθρα μέντοι καὶ κρηπὶς τῆς ἐπιστήμης ἡ πίστις· τὴν μὲν γὰρ πίστιν καὶ οἱ ὑμέτεροι φιλόσοφοι ὡρίσαντο εἶναι ἐθελούσιον τῆς ψυχῆς ξυγκατάθεσιν, τὴν δὲ ἐπιστήμην ἕξιν ἀμετάπτωτον ὑπὸ λόγου. Ἄτοπον δὲ καὶ λίαν παγχάλεπον, τοὺς μὲν τέχνης ἁπάσης διδασκάλους ἔχειν τὴν ἐπιστήμην, τοὺς δὲ φοιτῶντας τὴν πίστιν, ἐπὶ μόνων δέ γε τῶν θείων παιδευμάτων ἀνατετράφθαι τὴν τάξιν, καὶ πρὸ τῆς πίστεως ἀπαιτεῖσθαι τὴν ἐπιστήμην· οὐχ ἥκιστα γὰρ ἐπὶ τῶν ἀοράτων τῶν τῆς πίστεως ὀμμάτων δεόμεθα. Τῷ τοι καὶ ὁ θεῖος ἀπόστολος διαρρήδην βοᾷ· «Πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ, ὅτι ἔστι καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται.» Διά τοι τοῦτο καὶ ἡμεῖς τοῖς προσιούσι καὶ τὰ θεῖα ποθοῦσι μαθεῖν πρὸ τῶν ἄλλων ἁπάντων τὴν τῆς πίστεως διδασκαλίαν προσφέρομεν, εἶτα τελουμένοις καὶ μυουμένοις δηλοῦμεν, τίνων ἐστὶν αἰνίγματα τὰ γινόμενα. Καὶ παρ' ὑμῖν δέ γε ὡσαύτως τὸν ἱεροφαντικὸν οὐχ ἅπαντες ἴσασι λόγον, ἀλλ' ὁ μὲν πολὺς ὅμιλος τὰ δρώμενα θεωρεῖ, οἱ δὲ προσαγορευόμενοι ἱερεῖς τὸν τῶν ὀργίων ἐπιτελοῦσι θεσμόν, ὁ δὲ ἱεροφάντης μόνος οἶδε τῶν γινομένων τὸν λόγον, καὶ οἷς ἂν δοκιμάσῃ καταμηνύει. Καὶ ὅτι μὲν ὁ Πρίαπος Διονύσου καὶ τῆς Ἀφροδίτης υἱός, ἴσασι τῶν ταῦτα μεμυημένων τινές· ἀνθ' ὅτου δὲ τούτων υἱὸς ὀνομάζεται, καὶ σμικρῷ γε ὄντι ἐντίθεται μόριον ἐντεταμένον καὶ μέγιστον, ὁ τῶν μυσαρῶν μυστηρίων ἱεροφάντης ἐπίσταται, καὶ εἴ τις ἕτερος τοῖς ἐναγέσι βιβλίοις ἐκείνοις ἐνέτυχεν.

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
