Ancient Greek
Book 1
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 1.113
Not analysed yet
καλοῦσι μόριον οἱ τοῦ γέλωτος ποιηταί, καὶ ἐκαλεῖτό γε παρὰ τοῖς Ἕλλησι φαλλαγώγια ἡ τοῦ φαλλοῦ ἑορτή—προσεκύνουν μὲν τοῦτον καὶ κατεφίλουν οἱ ὀργιάζοντες ἅπαντες, τὸν δὲ λόγον οὐκ ᾔδεσαν· ὁ δὲ καλούμενος ἱεροφάντης ᾔδει τὸν Ὄσιριν καὶ τὸν Τυφῶνα καὶ τὰ τοῦ Ὀσίριδος ὑπὸ τοῦ Τυφῶνος κατακοπτόμενα μέλη καὶ πανταχόσε διασπειρόμενα, τὴν δὲ Ἶσιν, τὴν τοῦ Ὀσίριδος ἀδελφήν, ταῦτα ξὺν πόνῳ ξυλλέγουσαν, μόνον δὲ τὸν φαλλὸν οὐχ εὑρίσκουσαν καὶ τούτου γε χάριν εἰκόνα τούτου κατασκευάζουσαν καὶ παρὰ πάντων προσκυνεῖσθαι κελεύουσαν—