# Graecarum affectionum curatio 1.13-16

Theodoretus, Graecarum affectionum curatio, 1.13 to 1.16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/1.13

ὀλιγαρχίαν ἠσπάζοντο, καὶ οἱ μὲν ἐτυραννοῦντο, οἱ δὲ ἐννόμως ἐβασιλεύοντο. Ἀλλ' ὅμως οὐδὲν αὐτοὺς τούτων ἐπέσχε τῶν κωλυμάτων παρὰ βαρβάρους ἀνθρώπους δραμεῖν καὶ μαθεῖν παρ' αὐτῶν, ἅπερ αὐτοὺς ἄμεινον γινώσκειν ἑαυτῶν ὑπελάμβανον. Φασὶ δὲ αὐτοὺς ἐν Αἰγύπτῳ οὐ μόνον παρ' Αἰγυπτίων, ἀλλὰ καὶ παρ' Ἑβραίων τὰ περὶ τοῦ ὄντος διδαχθῆναι Θεοῦ. Καὶ ταῦτα διδάσκει μὲν Πλούταρχος ὁ Βοιώτιος, διδάσκει δὲ καὶ Πορφύριος ὁ κατὰ τῆς ἀληθείας λυττήσας, καὶ μέντοι καὶ Νουμήνιος ὁ Πυθαγόρειος καὶ ἕτεροι πλεῖστοι. Φασὶ δὲ τὸν Πυθαγόραν καὶ περιτομῆς ἀνασχέσθαι, τοῦτο παρ' Αἰγυπτίων μεμαθηκότα· Αἰγύπτιοι δὲ παρ' Ἑβραίων τόνδε τὸν νόμον παρέλαβον. Ἁβραὰμ γὰρ τοῦ πατριάρχου παρὰ τοῦ Θεοῦ τῶν ὅλων τῆς περιτομῆς δεξαμένου τὴν ἐντολήν, ἐφύλαξε μὲν ταύτην τὸ γένος· ᾤκησε δ' ἐπὶ πλεῖστον τὴν Αἴγυπτον, ἐζήλωσαν δὲ τοὺς Ἑβραίους Αἰγύπτιοι. Ὅτι δὲ οὐκ ἦν πάλαι νόμος Αἰγυπτίοις περιτέμνειν τὰ βρέφη, ἡ τοῦ Φαραὼ θυγάτηρ ἀξιόχρεως μάρτυς· τῇ γὰρ ὄχθῃ τοῦ ποταμοῦ προσερριμμένον εὑροῦσα τὸν Μωϋσῆν, εὐθύς τε τὴν περιτομὴν εἶδε καὶ τὸ γένος ἐπέγνω καὶ τῶν Ἑβραίων ἔκγονον τὸ βρέφος ὠνόμασεν.

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
