Ancient Greek
1.22 to 1.23
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 1.22-23
Not analysed yet
Ὅτι δὲ καὶ τὰ τῆς Ῥέας ἢ τῆς Κυβέλης ἢ τῆς Βριμοῦς (ἢ ὅπως ἂν ἐθέλητε, ὀνομάζετε· πολλὴ γὰρ εὐπορία παρ' ὑμῖν ὀνομάτων, οὐχ ὑποκειμένων πραγμάτων)—ἀλλ' ὅμως ὅτι καὶ ταύτης τὰς ἑορτὰς καὶ τὰ ἐν αὐταῖς τελούμενα ἀπὸ Φρυγίας εἰς τὴν Ἑλλάδα μετεκόμισαν Ἕλληνες, οἱ προκληθέντες ἤδη μάρτυρες διαρρήδην διδάσκουσιν. Εἰ δὲ καὶ τὰς τέχνας καὶ τὰς ἐπιστήμας καὶ τῶν δαιμόνων τὰς τελετὰς καὶ τὰ πρῶτα στοιχεῖα παρὰ βαρβάρων ἐδιδάχθησαν Ἕλληνες καὶ ἐπὶ τοῖς διδασκάλοις ἁβρύνονται, τί δήποτε ὑμεῖς, οὐδὲ ξυνιέναι τὰ ὑπ' ἐκείνων ξυγγεγραμμένα δυνάμενοι, παραιτεῖσθε μαθεῖν τὴν ἀλήθειαν παρ'