Ancient Greek
Book 1
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 1.30
Not analysed yet
Καὶ ὁ Πλάτων δὲ αὐτὸν ἐν Ἀπολογίᾳ τοιάδε τέθεικε λέγοντα· «Οὐ μέντοι νὴ Δία, ὦ ἄνδρες Ἀθηναῖοι, κεκαλλιεπημένους γε λόγους, ὥσπερ οἱ τούτων ῥήμασί τε καὶ ὀνόμασιν οὐδὲ κεκοσμημένους, ἀλλ' ἀκούσεσθε εἰκῇ λεγόμενα τοῖς ἐπιτυχοῦσιν ὀνόμασιν.» Καὶ μετ' ὀλίγα δὲ ταῦτα πάλιν προστέθεικεν· «Καὶ δὴ καὶ νῦν ὑμῶν τοῦτο δέομαι δίκαιον, ὥς γέ μοι δοκῶ, τὸν σκοπὸν τῆς λέξεως ἐᾶν—ἴσως μὲν γὰρ χείρων, ἴσως δὲ βελτίων ἂν εἴη—αὐτὸ δὲ τοῦτο σκοπεῖν καὶ τούτῳ τὸν νοῦν προσέχειν, εἰ δίκαια λέγω.»