# Graecarum affectionum curatio 1.44-47

Theodoretus, Graecarum affectionum curatio, 1.44 to 1.47. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/1.44

Εἰ δὲ καὶ Αἰγυπτίους καὶ Χαλδαίους καὶ Φοίνικας τούτοις ξυνέζευξεν, ἰστέον ὡς καὶ Φοίνικες, πρόσχωροι τούτων ὄντες καὶ ἀγχιτέρμονες, παρὰ τούτων ἔμαθον, εἴπερ ἔμαθον, τὴν ἀλήθειαν· καὶ μέντοι καὶ Αἰγύπτιοι πλεῖστον ὅσον τῆς τούτων μετοικίας ἀπώναντο, συχνὸν γὰρ ᾤκησαν χρόνον Ἑβραῖοι τὴν Αἴγυπτον· καὶ Χαλδαῖοι δὲ ὡσαύτως ἐκ τούτων μεγίστην ὠφέλειαν ἐδρέψαντο, ἀνδραποδίσαντες γὰρ αὐτοὺς εἰς Βαβυλῶνα κατῴκισαν· εἶτα ἐκ τῶν αὐτόθι γεγενημένων θαυμάτων περί τε τὴν κάμινον καὶ τοὺς λέοντας ἀξιοχρέους εἶναι διδασκάλους ἀληθείας ὑπέλαβον. Καὶ Κύρος δὲ ὁ Καμβύσου, τὸν Δανιὴλ ὁμοδίαιτον ἐσχηκώς, τῶν τῆς θεοσεβείας μετέλαχε μαθημάτων· Λυδοὺς δὲ καταστρεψάμενος καὶ τούτους ὑποχειρίους λαβών, μετέδωκε δήπου τοῖς ὑπηκόοις ὧν παρ' ἐκείνου μεμάθηκεν. Ὅτι μὲν οὖν Ἑβραίοις ἀλήθειαν καὶ ὁ Πύθιος ἐμαρτύρησε, καὶ ὁ Πορφύριος ἀπεμνημόνευσε τοῦ χρησμοῦ, ἀπόχρη δηλῶσαι καὶ ταῦτα· ὅτι δὲ τῶν παρ' Ἕλλησι φιλοσόφων πλείστην ἄγνοιαν οὗτος πάλιν κατηγορεῖ, ἀκούσατε οἷά φησιν ἐν οἷς Πρὸς Βοηθὸν περὶ ψυχῆς ἔγραψεν·

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
