Ancient Greek
1.49 to 1.54
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 1.49-54
Not analysed yet
Εἰ τοίνυν ἀμφισβητήσιμα μὲν τὰ τῶν φιλοσόφων δόγματα—λογισμῶν γάρ ἐστιν ἀνθρωπίνων εὑρέματα—, ἔρις δὲ πολλὴ παρ' αὐτοῖς καὶ λογομαχία τις ἄσπονδος, ἄλλοις δέ τισι τὴν πρὸς Θεὸν ξυνουσίαν τε καὶ ὁμιλίαν ὁ Πορφύριος μεμαρτύρηκε, τοῦ δὴ χάριν, ὦ φιλότης, τῶν μὲν ἀνθρωπίνων καὶ ἀμφιβόλων ἐξήρτησθε λόγων, τῶν δὲ θεοφιλῶν ἀνδρῶν οὐ προσίεσθε τὰ μαθήματα; Ὡς βαρβάρους μὲν γὰρ εἰ παραιτεῖσθε, ἐναντία ὑμῖν αὐτοῖς ἂν ποιοῖτε· πείθεσθε γὰρ καὶ Πυθαγόρᾳ, Τυρρηνῷ κατά τινας ὄντι, Τυρίῳ δὲ καθ' ἑτέρους, καὶ τῷ Σταγειρίτῃ δὲ κέχρησθε διδασκάλῳ καὶ τὸν Σινωπέα θαυμάζετε καὶ τοὺς ἄλλους, οἳ πατρίδας οὐχ Ἑλληνικάς, ἀλλὰ βαρβάρους ἐσχήκασιν· ἀπεδείξαμεν δὲ καὶ τὸν Σόλωνα καὶ τὸν Πλάτωνα πλεῖστα παρὰ βαρβάρων μεμαθηκότας· ἀκούομεν δὲ καὶ τοῦ Αἰγυπτίου ἱερέως πρὸς τὸν Σόλωνα λέγοντος—τοῦ Πλάτωνος δὲ καὶ ταῦτα ἐν τῷ Τιμαίῳ γεγραμμένα· «Ὦ Σόλων, Σόλων, Ἕλληνες ὑμεῖς ἀεὶ παῖδές ἐστε, γέρων δὲ Ἕλλην οὐδείς· οὐ γὰρ ἔχετε μάθημα χρόνῳ πολιόν.» Εἰ δὲ νεώτερα τὰ Ἑλλήνων μαθήματα, πρεσβύτατα δὲ καὶ παλαιότατα τὰ Ἑβραίων, ἔχει δὲ καὶ τὴν ἀλήθειαν ἐπανθοῦσαν τῷ χρόνῳ, προαιρετέα δηλονότι καὶ προκριτέα τῶν νέων καὶ ἀμφιβόλων, μᾶλλον δὲ ψευδῶν τε καὶ οὐ πιθανῶς πεπλασμένων. Ἀλλ' οὐδὲ τὸ ἀπαίδευτον τῆς γλώττης ἱκανὸν ὑμῖν εἰς παραίτησιν· ἐδείξαμεν γὰρ τὸν Σωκράτην, τῶν φιλοσόφων τὸν κορυφαῖον, τῆς Ἑλληνικῆς παιδείας ἀμύητον, καὶ τὸν Πλάτωνα πάσης ἐπιστήμης καὶ εὐγλωττίας προκρίνοντα τὴν ἀλήθειαν. Εἰ δὲ τοῦ τῆς πίστεως κατηγορεῖτε προσρήματος—ἤκουσα γὰρ ὑμῶν καὶ τοῦτο λεγόντων, ὡς ἡμεῖς γε ἀπόδειξιν μὲν οὐδεμίαν τῶν ἡμετέρων δογμάτων προσφέρομεν, πιστεύειν δὲ μόνον τοῖς μαθητευομένοις παρεγγυῶμεν—, μάλιστα μὲν ἄντικρυς τὴν ἡμετέραν συκοφαντεῖτε διδασκαλίαν· αὐτῶν γάρ τοι τῶν πραγμάτων τὴν μαρτυρίαν ἡμεῖς τοῖς ἡμετέροις ξυναρμόττομεν λόγοις· πάλιν δ' αὖ ὑμεῖς τοῖς ὑμετέροις βέβλησθε, κατὰ τὴν παροιμίαν, πτίλοις.