# Graecarum affectionum curatio 1.61-66

Theodoretus, Graecarum affectionum curatio, 1.61 to 1.66. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/1.61

Εἰ δὲ τοῖς τοὺς λήρους ἐκείνους μυθολογοῦσι καὶ τοὺς αἰσχροτάτους διαπλάττουσι μύθους πιστεύειν ὁ Πλάτων παρακελεύεται καὶ μηδεμίαν αὐτοὺς ἀπόδειξιν ἀπαιτεῖν, πολλῷ μᾶλλον ὁσιώτερόν τε καὶ δικαιότερον τοῖς θεσπεσίοις ἀποστόλοις καὶ προφήταις πιστεῦσαι, αἰσχρὸν μὲν οὐδὲν οὐδὲ μυθῶδες οὐδὲ ἀπίθανον λέγουσι, θεοπρεπῆ δὲ ἅπαντα καὶ παναγῆ διδάσκουσι καὶ σωτήρια. Ὅτι δέ γε καὶ οἱ ταῖς δόξαις τῶν φιλοσόφων ἀκολουθήσαντες, πίστει χρώμενοι ποδηγῷ, οἱ μὲν τὰ τούτων, οἱ δὲ τὰ ἐκείνων ἠσπάσαντο, μάλα ἄν τις μάθοι ῥᾳδίως, τὰς τῶν δογμάτων διαφορὰς ἐξετάσας. Οἱ μὲν γὰρ ἀθάνατον ἔφασαν τὴν ψυχήν, οἱ δὲ θνητήν, οἱ δὲ μικτήν τινα ὡρίσαντο καὶ τὸ μὲν αὐτῆς θνητόν, τὸ δὲ ἀθάνατον ἔφασαν· καὶ τὰ ὁρώμενα οἱ μὲν ἀγένητα, οἱ δὲ γενητά, καὶ οἱ μὲν ἐκ γῆς, οἱ δὲ ἐξ ὕλης, οἱ δὲ ἐξ ἀτόμων ξυστῆναι· καὶ οἱ μὲν ἔμψυχον εἶναι τὸ πᾶν, οἱ δὲ ἄψυχον. Ἀλλ' ὅμως καὶ διάφορα λέγοντες, ἔσχον καὶ οὗτοι κἀκεῖνοί τινας τοῖς παρὰ σφῶν λεγομένοις πιστεύοντας· οὐκ ἂν δὲ οἱ μὲν ταῦτα, οἱ δὲ ἐκεῖνα εὖ ἔχειν ὑπέλαβον, εἰ μή τις αὐτοὺς πίστις ἔπεισε δέξασθαι τὰ λεγόμενα. Τῷ τοι καὶ ὁ Πλάτωνος Σωκράτης ἐν τῷ Γοργίᾳ, πολλὰ περὶ τῶν ἐν τῷ Ἅιδῃ κολαζομένων εἰπών, καὶ μέντοι καὶ περὶ τῶν ἀνακηρυττομένων ὡς εὐσεβῶν ἐπήγαγεν· «Ταῦτά ἐστιν, ὦ Καλλίκλεις, ἃ ἐγὼ ἀκηκοὼς πιστεύω ἀληθῆ εἶναι.» Καίτοι οὔτε δῆλα ἦν οὔτε ὁρώμενα πράγματα, ἀλλὰ τοὺς πλείστους τῶν ἀνθρώπων λανθάνοντα καὶ παρ' ὀλίγων ὁμολογούμενα· ἀλλ' ὅμως ἔφη πιστεύειν ὡς ἀληθῆ ἐστι, καὶ τῆς πίστεως ἀπόδειξιν οὔτε αὐτὸς προσενήνοχεν, οὔτε οἱ ἀκούσαντες ἀπῃτήκασιν.

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
