# Graecarum affectionum curatio 1.67-74

Theodoretus, Graecarum affectionum curatio, 1.67 to 1.74. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/1.67

Καὶ μέντοι κἀν τῷ πρώτῳ τῶν Νόμων ὁ Πλάτων τὸν περὶ τῆς πίστεως ἐβεβαίωσε λόγον· λέγει δὲ ὧδε· «Ὑμῖν γὰρ εἰ καὶ μετρίως κατεσκεύασται τὰ τῶν νόμων, εἷς τῶν καλλίστων ἂν εἴη νόμων, μὴ ζητεῖν νέων μηδένα ἐᾶν, ποῖα καλῶς αὐτῶν ἢ μὴ καλῶς ἔχει, μιᾷ δὲ φωνῇ καὶ ἐξ ἑνὸς στόματος πάντας ξυμφωνεῖν, ὡς πάντα καλῶς κεῖται.» Οὐδ' ἐν τούτοις ἄρα ὁ Πλάτων περιεργάζεσθαι ξυγχωρεῖ, ἀλλὰ πιστῶς δέχεσθαι τὰ νομοθετούμενα καὶ μὴ πολυπραγμονεῖν, εἴτε εὖ ἔχει, εἴτε καὶ μή. Καὶ Θέογνις δὲ ὁ Σικελιώτης ποιητὴς τῆς πίστεως ἀναγορεύει τὸν τρόφιμον καί φησιν· πιστὸς ἀνὴρ χρυσοῦ καὶ ἀργύρου ἀντερύσασθαι ἄξιος ἐν χαλεπῇ, Κύρνε, διχοστασίῃ. Εἰ δὲ τὸν ἐν στάσει πιστὸν χρυσοῦ καὶ ἀργύρου τιμιώτερον ἔφη, τίνος ἀντάξιον ἀποφήναιτο ἄν τις τὸν τοῖς θείοις λογίοις ἀναμφιβόλως πιστεύοντα; ἀλλὰ γὰρ ἀτεχνῶς οἶμαι ἁρμόττει τοῖς ὁμοίως ὑμῖν ἀντιλέγουσιν, ἅπερ Ἡράκλειτος ὁ Ἐφέσιος εἴρηκεν· «Ἀξύνετοι ἀκούσαντες κωφοῖς ἐοίκασι· φάτις αὐτοῖσι μαρτυρεῖ, παρεόντας ἀπεῖναι·» Ξυμφωνεῖ δὲ τῷ Ἐφεσίῳ καὶ ὁ Ἀκραγαντῖνος Ἐμπεδοκλῆς λέγων ὡδί· ἀλλὰ κακοῖς μὲν κάρτα πέλει κρατέουσιν ἀπιστεῖν· ὧδε γὰρ ἡμετέρης κέλεται πιστώματα Μούσης. Τῆς τῶν κακῶν ἄρα μερίδος κατὰ τὸν Ἀκραγαντῖνον οἱ ἄπιστοι· ἀξύνετοι δὲ οἱ αὐτοὶ καὶ ἐοικότες κωφοῖς κατὰ τὸν Ἡράκλειτον. Ἀτὰρ δὴ καὶ Παρμενίδης ὁ Ἐλεάτης, ὁ τοῦ Κολοφωνίου Ξενοφάνους ἑταῖρος, πίστει τοῖς νοητοῖς προσβάλλειν παρεγγυᾷ· φησὶ γάρ· λεῦσσε δ' ὅμως ἀπεόντα, νόῳ παρεόντα βεβαίως. Νῷ γὰρ μόνῳ πελάζειν τοῖς νοητοῖς δυνατόν· δίχα δὲ πίστεως οὐδὲ ὁ νοῦς ὁρᾶν δύναται τὰ νοούμενα. Τοῦτο δὲ καὶ ὁ Σόλων αἰνίττεται· γνωμοσύνης δ' ἀφανὲς χαλεπώτατόν ἐστι νοῆσαι μέτρον, ὃ δὴ πάντων πείρατα μοῦνον ἔχει. Εἰ δὲ νοῆσαι χαλεπώτατον, εἰπεῖν ἄρα πάμπαν ἀδύνατον. Καὶ ὁ Ἐμπεδοκλῆς δὲ περὶ τῶν ἀοράτων φησίν· οὐκ ἔστιν πελάσασθαι ὀφθαλμοῖσιν ἐφικτὸν ἡμετέροις ἢ χερσὶ λαβεῖν· ἥπερ τε μεγίστη πειθοῦς ἀνθρώποισιν ἁμαξιτὸς εἰς φρένα πίπτει.

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
