Ancient Greek
1.75 to 1.82
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 1.75-82
Not analysed yet
Καὶ Ἀντισθένης δέ, ὁ Σωκράτους μὲν φοιτητής, τῆς δὲ Κυνικῆς αἱρέσεως ἡγησάμενος, περὶ τοῦ Θεοῦ τῶν ὅλων βοᾷ· «Ἀπὸ εἰκόνος οὐ γνωρίζεται, ὀφθαλμῷ οὐχ ὁρᾶται, οὐδενὶ ἔοικε· διόπερ αὐτὸν οὐδεὶς ἐκμαθεῖν ἐξ εἰκόνος δύναται.» Ἀναγκαία ἄρα ἡ πίστις τοῖς τὰ νοητὰ κατιδεῖν βουλομένοις, ἐπειδήπερ οὐδὲ εἰκόνα ἐξευρεῖν αὐτοῖς ξυμβαίνουσαν οἷόν τε. Καὶ Ξενοφῶν δὲ ὁ Ἀθηναῖος ὁ Σωκρατικός, ὁ Γρύλλου παῖς, ξυνῳδὰ τούτοις γέγραφεν· φησὶ γάρ· «Ὁ γοῦν πάντα σείων καὶ ἀτρεμίζων, ὡς μὲν μέγας τις καὶ δυνατός, φανερός· ὁποῖος δέ ἐστι μορφήν, ἀφανής.» Δεῖ δήπου πίστεως τοῖς τἀφανὲς ὀριγνωμένοις καταμαθεῖν. Ἀκούσαι δ' ἄν τις καὶ Βακχυλίδου λέγοντος ἐν τοῖς Παιᾶσιν· οὐδὲ γὰρ ῥᾷστον ἀρρήτων ἐπέων πύλας ἐξευρεῖν. Χρεία τοίνυν ἡμῖν νοερῶν ὀμμάτων εἰς τὴν τῶν νοητῶν κατανόησιν, καὶ καθάπερ δεόμεθα τῶν τοῦ σώματος ὀφθαλμῶν εἰς τὴν θεωρίαν τῶν ὁρατῶν, οὕτω δήπου χρῄζομεν πίστεως εἰς τὴν ἐποπτείαν τῶν θείων. Ὅπερ γὰρ δή ἐστιν ὀφθαλμὸς ἐν σώματι, τοῦτο ἄρα πίστις ἐν διανοίᾳ· μᾶλλον δέ, ὥσπερ ὀφθαλμὸς δεῖται φωτὸς ἐπιδεικνύντος τὰ ὁρατά, οὕτω δὴ αὖ καὶ ὁ νοῦς δεῖται πίστεως ἐπιδεικνύσης τὰ θεῖα καὶ τὴν περὶ τούτων δόξαν φυλαττούσης βεβαίαν. Τῶν δέ γε τὰ νοητὰ θεωρεῖν οὐ βουλομένων ἀκούσατε ὅπως ὁ Πλάτων κατηγορεῖ· «Ἄθρει γὰρ δή» φησι «περισκοπῶν, μή τις τῶν ἀμυήτων ἐπακούσῃ· εἰσὶ δὲ οὗτοι, οἱ οὐδὲν ἄλλο ἡγούμενοι εἶναι ἢ οὗ ἂν ἀπρὶξ ταῖς χερσὶ λαβέσθαι δύναιντο, πράξεις δὲ καὶ γενέσεις καὶ πᾶν τὸ ἀόρατον οὐκ ἀποδεχόμενοι ὡς ἐν οὐσίας μέρει.» Ταύτης δὲ τῆς ξυμμορίας καὶ ὑμεῖς ἐστε· ἀλλὰ μὴ δυσχεράνητε τὸν ἔλεγχον· μόνοις γὰρ τοῖς ὁρατοῖς προστετήκατε καὶ τὰ χειρόκμητα ξόανα σέβοντες, τὴν περὶ τῆς τοῦ ἀοράτου φύσεως διδασκαλίαν οὐ δέχεσθε. Καὶ ἴσως τοῖς οὕτω διακειμένοις ἀνθρώποις Ἐπίχαρμος ὁ κωμικὸς τὸν ἴαμβον ἐκεῖνον προσήρμοσε· φύσεις ἀνθρώπων, ἀσκοὶ πεφυσημένοι. Ἀνδρῶν δέ γε σωφρονούντων ἴδιον μὴ προλήψει δουλεύειν μηδὲ ἔθεσι προσδεδέσθαι πατρῴοις, ἀλλὰ ζητεῖν τἀληθὲς καὶ τὸ χρήσιμον πανταχόθεν ξυλλέγειν.