# Graecarum affectionum curatio 1.83-85

Theodoretus, Graecarum affectionum curatio, 1.83 to 1.85. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/1.83

Ἢ οὐ τοιαῦτα καὶ Σωκράτης τῷ Κρίτωνι ἔλεγεν· «Ὡς ἐγώ, οὐ μόνον νῦν, ἀλλὰ καὶ ἀεὶ τοιοῦτος, οἷος τῶν ἐμῶν οὐδενὶ ἄλλῳ πείθεσθαι ἢ τῷ λόγῳ, ὃς ἄν μοι λογιζομένῳ βέλτιστος φαίνοιτο.» Δηλοῖ δὲ διὰ τούτων, ὡς λόγῳ χρώμενος ἐξευρεῖν ἐπόθει τὸ ξυμφέρον καὶ οὔ τι νόμον εἶχε τὸ τῇ προλήψει δουλεύειν. Οὕτω τὸν Ἀλκιβιάδην πείθει μαθεῖν τὴν τῆς γνώσεως οἴησιν πρότερον ἐξορίσας. Πρότερον μὲν γὰρ αὐτὸν ἐξήλεγξεν οὐκ εἰδότα· εἶτ' ἐκείνου εἰρηκότος· «Ἀλλ' οὐκ ἂν εὑρεῖν με ἡγῇ;» ἐπήγαγεν· «Καὶ μάλα γε, εἰ ζητήσαις.» Ἐκείνου δ' αὖ φάντος· «Εἶτα ζητῆσαί με οὐκ ἂν οἴει;» ὑπολαβὼν ἔφη· «Ἔγωγε, εἰ οἰηθείης γε μὴ εἰδέναι.» Ἀρχὴ ἄρα γνώσεως τῆς ἀγνοίας ἡ γνῶσις. Δεῖ δὲ πρὸς τούτῳ καὶ τὰ πονηρὰ μαθήματα τῆς ψυχῆς ἐξελάσαι, εἶθ' οὕτως τὰ θεῖα προσδέξασθαι. Καὶ τοῦτο δὲ πάλιν ὁ Πλάτων ἐδίδαξεν εἰπών· «Οὐ καθαρῷ γὰρ καθαροῦ ἐφάπτεσθαι μὴ οὐ θεμιτὸν εἶναι.»

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
