Ancient Greek
Book 1
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 1.86
Not analysed yet
Τοῦτο δὲ καὶ Ὀρφεύς φησιν· φθέγξομαι οἷς θέμις ἐστί, θύρας δ' ἐπίθεσθε βέβηλοι. Ξυμφωνεῖ δὲ καὶ ὁ Εὐριπίδης βοῶν· ἄρρητ' ἀβακχεύτοισιν εἰδέναι βροτῶν. Τοῖς γὰρ ἀμυήτοις πῶς ἄν τις προσενέγκοι τὰ θεῖα παιδεύματα; πῶς δ' ἂν μυηθείη τις, μὴ τῇ πίστει κρατύνας ἐν ἑαυτῷ τὰ παρὰ τῶν διδασκάλων προσφερόμενα δόγματα; Πῶς δ' ἂν πιστεύσαι, μὴ πρότερον ἐξορίσας τῆς διανοίας τὰ κακῶς προεντε-