# Graecarum affectionum curatio 1.87-93

Theodoretus, Graecarum affectionum curatio, 1.87 to 1.93. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/1.87

θέντα μαθήματα; Ἀληθὴς ἄρα ὁ τραγικὸς λόγος ἐκεῖνος, ὃν ἐν Φοινίσσαις εἴρηκεν Εὐριπίδης· ὁ δ' ἄδικος λόγος νοσῶν ἐν [ἑ]αυτῷ φαρμάκων δεῖται σοφῶν. Ὅτι δὲ καὶ ξυνεργεῖ ὁ Θεὸς τοῖς ἀπολαῦσαι θεραπείας ἐφιεμένοις, ὁ αὐτὸς τραγῳδοποιὸς ἔφη· τῷ δ' αὖ πονοῦντι καὶ θεὸς ξυλλαμβάνει. Προυργιαίτατον ἄρα χρῆμα ἡ πίστις· κατὰ γὰρ δὴ τὸν Ἐπίχαρμον, τὸν Πυθαγόρειον λέγω, νοῦς ὁρῇ, καὶ νοῦς ἀκούει, τἄλλα κωφὰ καὶ τυφλά. Καὶ ὁ Ἡράκλειτος δὲ πάλιν παρεγγυᾷ ξεναγεῖσθαι ὑπὸ τῆς πίστεως, οὕτω λέγων· «Ἐὰν μὴ ἐλπίζητε, ἀνέλπιστον οὐχ εὑρήσετε, ἀνεξερεύνητον ἐὸν καὶ ἄπορον.» Καὶ πάλιν· «Χρυσὸν οἱ διζήμενοι γῆν πολλὴν ὀρύσσουσι καὶ εὑρίσκουσιν ὀλίγον.» Εἰ δὲ ἐκεῖνοι ὀλίγων ἕνεκα ψηγμάτων πλεῖστον ὅσον ὑπομένουσι πόνον, καὶ μέντοι καὶ κίνδυνον, τίς οὕτως ἐστὶ τῶν θείων ἀνέραστος, ὡς τὴν περὶ τῆς ἀληθείας διαδρᾶναι διδασκαλίαν, μυριοπλάσιον ἔχουσαν κέρδος; Μηδεὶς τοίνυν, ὦ φίλοι, κατηγορείτω τῆς πίστεως. Καὶ γὰρ δὴ τὴν πίστιν Ἀριστοτέλης κριτήριον ἐπιστήμης ἐκάλεσεν· ὁ δέ γε Ἐπίκουρος πρόληψιν διανοίας αὐτὴν ἐκάλεσε· τὴν δὲ πρόληψιν, προσλαβοῦσαν τὴν γνῶσιν, κατάληψιν γίνεσθαι. Κατὰ δὲ τὸν ἡμέτερον λόγον πίστις ἐστὶν ἑκούσιος τῆς ψυχῆς ξυγκατάθεσις, ἢ ἀφανοῦς πράγματος θεωρία, ἢ περὶ τὸ ὂν στάσις καὶ κατάληψις τῶν ἀοράτων τῇ φύσει ξύμμετρος, ἢ διάθεσις ἀναμφίβολος ἐν ταῖς ψυχαῖς τῶν κεκτημένων ἐνιδρυμένη. Δεῖται μέντοι ἡ πίστις τῆς γνώσεως, καθάπερ αὖ ἡ γνῶσις τῆς πίστεως· οὔτε γὰρ πίστις ἄνευ γνώσεως, οὔτε γνῶσις δίχα ἂν πίστεως γένοιτο· ἡγεῖται μέντοι τῆς γνώσεως ἡ πίστις, ἕπεται δὲ τῇ πίστει ἡ γνῶσις, ἔχεται δὲ τῆς γνώσεως ἡ ὁρμή, ἀκολουθεῖ δὲ ταύτῃ ἡ πρᾶξις· δεῖ γὰρ πιστεῦσαι πρῶτον, εἶτα μαθεῖν, γνόντα δὲ ὁρμῆσαι, ὁρμήσαντα δὲ πρᾶξαι. Οὐδὲ γὰρ τὰ πρῶτα στοιχεῖα μαθεῖν οἷόν τε μὴ τῷ γραμματιστῇ πεπιστευκότα, ὅτι τοιῶσδε χρὴ τὸ πρῶτον ὀνομάζειν καὶ τοιῶσδε τὸ δεύτερον, καὶ τἄλλα ὡσαύτως·

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
