Ancient Greek
Book 1
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 1.95
Not analysed yet
τῇ πίστει ἡ γνῶσις. Οὕτω καὶ τῷ γεωμέτρῃ προσήκει πιστεῦσαι διδάσκοντι εἶναι μέν τι σημεῖον, ὃ παντάπασίν ἐστιν ἀμερές, εἶναι δέ τι μῆκος εὔρους ἐστερημένον· τοῦτο δέ γε λόγῳ οὐδεὶς ἂν ἀποδείξαι ποτέ· εἰ γὰρ ἀφέλοι τοῦ μήκους τὸ εὖρος, ξυναφανισθήσεται δήπουθεν τῷ πλάτει τὸ μῆκος· ἀλλ' ὅμως οὕτω κελεύει νοεῖν ὁ γεωμέτρης, καὶ πείθεταί γε καὶ πιστεύει προχείρως ὁ τὰ γραμμικὰ σχήματα ἐκεῖνα μαθεῖν ὀριγνώμενος.