Ancient Greek
Book 10
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.101
Not analysed yet
Καὶ μὲν δὴ καὶ οἱ ἄλλοι προφῆται ταῦτα προλέγουσιν ἅπαντες. Ἐγὼ δὲ πάσας ξυναγαγεῖν τὰς προρρήσεις πάρεργον ὑπείληφα· πολλῶν γὰρ ἂν ἐδεήθην βιβλίων, καὶ πάσας γράφων καὶ περὶ ἑκάστης δέ γε τὰ πρόσφορα λέγων. Ἀρκεῖ δὲ ὑμῖν, ἂν ἐθέλητε, καὶ τῶν ἄλλων, ἐξ ὧν ἀκηκόατε, τὴν ἀλήθειαν διαγνῶναι. Σαφεῖς γὰρ αὗται καὶ ἀληθεῖς καὶ οἷόν τινες ἐναργεῖς εἰσι τῶν πραγμάτων εἰκόνες.