# Graecarum affectionum curatio 10.105

Theodoretus, Graecarum affectionum curatio, Book 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/10.105

Ναοὶ μὲν γὰρ τοῦ Θεοῦ τῶν προφητῶν οἱ χοροί· εἴδωλα δὲ κωφά, τὰ παρὰ τῶν ἐθνῶν προσκυνηθέντα, περὶ ὧν τὸ θεῖον πνεῦμά φησιν· «Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων· στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται· ὦτα ἔχουσι καὶ οὐκ ἀκούσονται· ῥῖνας ἔχουσι καὶ οὐκ ὀσφρανθήσονται· χεῖρας ἔχουσι καὶ οὐ ψηλαφήσουσι· πόδας ἔχουσι καὶ οὐ περιπατήσουσιν· οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν· οὐδὲ γὰρ ἔστι πνεῦμα ἐν τῷ στόματι αὐτῶν. Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς.» Ὑμᾶς δὲ γένοιτο μαθεῖν τὴν ἀλήθειαν καὶ τῆς προφητικῆς μὴ μεταλαχεῖν ἀρᾶς.

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
