Ancient Greek
Book 10
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.26
Not analysed yet
ἵνα μὴ τὸ ψεῦδος εὐφώρατον γένηται. Ταὐτὸ δὲ τοῦτο καὶ τῷ Κροίσῳ προὐξένησε τὴν ξυμφοράν· Κροῖσος, γὰρ ἔφη ,Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει. Ποτέραν δέ, οὐ δεδήλωκεν, ἤτοι τὴν οἰκείαν ἢ τὴν τῶν πολεμίων, ἵνα καὶ ἡττηθεὶς καὶ νικήσας μὴ κατηγορήσῃ τοῦ μάντεως. Καὶ ταῦτα ὁ Πύθιος δέδρακε πολυτάλαντα παρ' ἐκείνου δεξάμενος δῶρα. Δυοῖν τοίνυν θάτερον, ἢ ἀλαζών ἐστιν ἢ ἀχάριστος· ἢ γὰρ ἃ μὴ οἶδεν εἰδέναι βρενθύεται, ἢ ἐπιστάμενος ἑκών γε ἀδικεῖ τοὺς θεραπεύειν ἐσπουδακότας.