# Graecarum affectionum curatio 10.27-31

Theodoretus, Graecarum affectionum curatio, 10.27 to 10.31. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/10.27

[Παραπλήσιον δέ τι δέδρακε καὶ ἐπὶ Ἰουλιανοῦ τὴν ὁρμὴν ἔχοντος κατὰ τῶν Ἀσσυρίων· «Νῦν» γὰρ ἔφη «πάντες ὡρμήθημεν θεοὶ παρὰ Θηρὶ ποταμῷ νίκης τρόπαια κομίσασθαι; τούτων ἐγὼ ἡγεμονεύσω, θοῦρος πολεμόκλονος Ἄρης.»] Προσόμοιον δέ τι καὶ ἐπὶ Ἀθηναίων πεποίηκεν. Τοῦ γὰρ δὴ Ξέρξου μετὰ πολλῶν μυριάδων ἐπιστρατεύσαντος, ἔδραμον μὲν παρ' αὐτὸν τῶν Ἀθηναίων οἱ θεωροί· ὁ δὲ τῶν χρησμῶν οὕτως ἤρξατο· ὦ μέλεοι, τί κάθησθε; τοῦτο δὲ διαρρήδην αὐτοῦ διελέγχει τὴν ἄγνοιαν. Εἰ γὰρ ἀληθῶς προεγνώκει τὴν νίκην, οὐ μελέους ἂν αὐτοὺς δήπουθεν, ἀλλὰ τρισολβίους ἐκάλεσε· διακοσίας γάρ τοι πρὸς ταῖς χιλίαις τριήρεις καὶ τριακοσίας ἀνδρῶν ἐνίκησαν μυριάδας. Νικηφόροι τοίνυν καὶ λίαν ὀνομαστότατοι, ἀλλ' οὐ μέλεοι καὶ τρισάθλιοι, οἱ ἀοίδιμον καὶ πολυθρύλητον ἀναστήσαντες τρόπαιον. Εἶτα φυγὴν αὐτοῖς παρεγγύησε, τὴν τῆς πολιούχου προμηνύσας ἀσθένειαν· οὐ δύναται γὰρ ἔφη Παλλὰς Δί' Ὀλύμπιον ἐξιλάσασθαι, λισσομένη πολλοῖσι λόγοις. Τούτῳ δὲ ἄντικρυς ἐναντίον τὸ ἐφεξῆς. Εἰπὼν γάρ, ὡς ὁ Ζεὺς οὐ πείθεται ποτνιωμένῃ τῇ Ἀθηνᾷ, ὥσπερ μεταμεληθεὶς ἔφη πάλιν· τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεύς. Καὶ τοῖς ἐπὶ ξυροῦ ἀκμῆς ἔχουσι τὰς ἐλπίδας οὐκ ἐπέδειξε ξυντόμως σαφῆ τινα πορείας ὁδόν· ἀλλὰ τὴν οἰκείαν ἀμαθίαν τῷ τῶν χρησμῶν ξυνεσκίασεν ἀμφιβόλῳ, τοῦ ψεύδους τὰ φώρια δειμαίνων.

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
