Ancient Greek
Book 10
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.5
Not analysed yet
Μαρτυρεῖ δὲ διαρρήδην καὶ Πλούταρχος ὁ Χαιρωνεύς, ἀνὴρ οὐχ Ἑβραῖος, ἀλλ' Ἕλλην καὶ τὸ γένος καὶ τὴν γλῶτταν, καὶ μέντοι καὶ ταῖς Ἑλληνικαῖς δόξαις δεδουλωμένος καὶ τὸν τῶν χρηστηρίων ἀκριβῶς ἐπιστάμενος πλάνον. Οὐ πόρρω γάρ που τῆς Χαιρωνείας Δελφοὶ καὶ Λεβαδία καὶ Ὠρωπός, ἀλλ' ὅμοροί τε καὶ πλησιόχωροι. Οὗτος πολλὰ μὲν καὶ ἄλλα ξυνέγραψε— πολυμαθὴς γὰρ ὁ ἀνὴρ καὶ μάλα πολύπειρος—, ξυνέγραψε δὲ καὶ περὶ τῶν μαντειῶν τινα καὶ τόδε τὸ ξύγγραμμα Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων ἐκάλεσεν· ἐν τοίνυν τούτῳ πρὸς πολλοῖς ἄλλοις καὶ ταῦτα ἔφη· «