Ancient Greek
Book 10
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.63
Not analysed yet
Ταῦτα ὁ τῶν ὅλων Θεὸς πρὸς τὸν δεσπότην Χριστὸν ὡς πρὸς ἄνθρωπον ἔφη, ἀπὸ τῆς ὁρωμένης φύσεως Ἰακὼβ αὐτὸν καὶ Ἰσραὴλ ὀνομάσας· ἐξ ἐκείνου γὰρ δὴ κατὰ σάρκα τοῦ γένους ἀνέτειλε· καὶ ἔδειξεν αὐτοῦ σαφῶς τὴν πραότητα καὶ τὴν μακροθυμίαν, ᾗ παροινούμενος παρ' Ἰουδαίων ἐχρήσατο. Τοῦτον εἰς διαθήκην ἔφη δοθῆναι τοῦ γένους· καὶ γὰρ τοῖς πατριάρχαις καὶ αὐτοῖς Ἰουδαίοις τὴν δι' αὐτοῦ σωτηρίαν ὑπέσχετο.