# Graecarum affectionum curatio 10.68

Theodoretus, Graecarum affectionum curatio, Book 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/10.68

Ποιήσω αὐτοῖς τὸ σκότος εἰς φῶς, καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν.» Ἀντὶ γὰρ δὴ τοῦ προτέρου σκότους τοῦ νοεροῦ φωτὸς ἀπολαύουσι, καὶ τὰς διεστραμμένας καταλιπόντες ὁδοὺς τὴν εὐθεῖαν ὁδεύουσιν. Εἶτα ὡς ἔτι πλανωμένοις ἐπιτιμᾷ· «Αἰσχύνθητε αἰσχύνην, οἱ πεποιθότες ἐπὶ τοῖς γλυπτοῖς, οἱ λέγοντες τοῖς χωνευτοῖς· ὑμεῖς ἐστε θεοὶ ἡμῶν.» Καὶ μετ' ὀλίγα· «Ἰδοὺ ἐγὼ ποιῶ καινά, ἃ νῦν ἀνατελεῖ, καὶ γνώσεσθε αὐτά· καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὁδὸν καὶ ἐν τῇ ἀνύδρῳ ποταμούς, ... ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτόν, τὸν λαόν μου, ὃν περιεποιησάμην, τὰς ἀρετάς μου διηγεῖσθαι.» Γένος δὲ νῦν αὐτοῦ τοὺς πεπιστευκότας προσηγόρευσεν, ὧν ὠνομάσθη πρωτότοκος δι' ἣν ἀνείληφε σάρκα.

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
