# Graecarum affectionum curatio 10.80-83

Theodoretus, Graecarum affectionum curatio, 10.80 to 10.83. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/10.80

Τί τούτων ἐναργέστερον τῶν ῥημάτων; Ὡς γὰρ παρὼν ὁ προφήτης καὶ θεώμενος τὴν τῆς οἰκουμένης μεταβολὴν καὶ τῆς τῶν ἐθνῶν μεταμελείας ἀκούων, καὶ κωμῳδούντων ἐπαΐων τὴν τῶν εἰδώλων ἀσθένειαν, οὕτω ξυνέγραψε τὸν χρησμόν. Καὶ Ἀμὼς δὲ ὁ προφήτης οὐ μόνον τὴν τῶν ἐθνῶν σωτηρίαν, ἀλλὰ καὶ τὴν Ἰουδαίων προλέγει διασποράν, μᾶλλον δὲ διὰ τῆς ἐκείνου γλώττης αὐτὸς ὁ τῶν ὅλων Θεός· «Ἰδοὺ» γάρ φησιν «ἐγὼ ἐντέλλομαι καὶ λικμήσω ἐν πᾶσι τοῖς ἔθνεσι τὸν οἶκον Ἰσραήλ, ὃν τρόπον λικμᾶται ἐν τῷ λικμῷ.» Καὶ μετ' ὀλίγα· «Τῇ ἡμέρᾳ ἐκείνῃ ἀναστήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀναστήσω καὶ ἀνοικοδομήσω αὐτὴν καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος, ὅπως ἂν ἐκζητήσωσί με οἱ κατάλοιποι τῶν ἀνθρώπων καὶ πάντα τὰ ἔθνη, ἐφ' οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτούς, λέγει Κύριος ὁ ποιῶν ταῦτα πάντα.» Εἰ δέ τις βούλεται μαθεῖν, τίς ἡ σκηνή, ἀκουσάτω τοῦ θεσπεσίου Ἰωάννου λέγοντος· «Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός· πλήρης χάριτος καὶ ἀληθείας.»

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
