Ancient Greek
Book 10
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.84
Not analysed yet
Βοᾷ δὲ καὶ Σοφονίας· «Ἐπιφανήσεται Κύριος ἐπ' αὐτοὺς καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῆς γῆς· καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ καὶ πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν.» Ἐπειδὴ γὰρ Ἰουδαίους εἰς τὸν ἐν Ἱεροσολύμοις νεὼν ξυντρέχειν ἐκέλευσεν, ἀναγκαίως προστέθεικεν, ὡς τῶν καλουμένων θεῶν ἀφανῶν γενομένων, τὸν ἀληθινὸν ἕκαστος προσκυνήσει Θεόν, οὐκ εἰς ἐκείνην τρέχειν τὴν πόλιν ἀναγκαζόμενος, ἀλλ' ἐν ταῖς οἰκίαις καὶ πόλεσι καὶ κώμαις καὶ ἀγροῖς τὸ σέβας προσφέροντες.