# Graecarum affectionum curatio 10.85-89

Theodoretus, Graecarum affectionum curatio, 10.85 to 10.89. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/10.85

Καὶ μετ' ὀλίγα δὲ πάλιν φησίν· «Τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν εἰς γενεὰν αὐτοῖς, τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα Κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα· ἐκ περάτων ποταμῶν Αἰθιοπίας οἴσουσι θυσίας μοι.» Τὴν γὰρ δὴ μίαν τῶν ἀποστόλων γλῶτταν, Γαλιλαίαν οὖσαν, εἰς τὰς ἁπάντων τῶν ἐθνῶν κατεμέρισε γλώττας καὶ προσενήνοχεν ἅπασι τὴν σωτήριον κλῆσιν. Καὶ μέντοι καὶ διὰ Ζαχαρίου ξύμφωνα προθεσπίζει· «Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιών· διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος· καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔσονται αὐτῷ εἰς λαόν· καὶ κατασκηνώσω ἐν μέσῳ σου· καὶ γνώσῃ, ὅτι Κύριος παντοκράτωρ ἀπέσταλκέ με πρὸς σέ.» Ἐν δὲ τούτοις ὁ Μονογενὴς καὶ τὸ οἰκεῖον καὶ τὸ τοῦ Πατρὸς ἐπέδειξε πρόσωπον. Ἀπεστάλθαι δὲ εἴρηκεν, ἐπειδήπερ οὐχ ὡς Θεός, ἀλλ' ὡς ἄνθρωπος ἐπεφάνη· πρέπει δὲ αὐτῷ τὴν ὑπὲρ τῶν ἀνθρώπων δικαιοσύνην παραγενομένῳ πληρῶσαι καὶ δεῖξαι τὴν ἐπαινουμένην ὑπακοήν. Καὶ πάλιν· «Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. Καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραῒμ καὶ ἵππον ἐξ Ἱερουσαλήμ· καὶ ἐξολοθρευθήσεται τόξον πολεμικόν· καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν· καὶ κατάρξει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμῶν ἕως διεκβολῶν γῆς.» Καὶ μετὰ πλεῖστα· «Καὶ ἔσται Κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἕν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον.» Τί τούτων, ὦ ἄνδρες, ξυνεσκιασμένον ἢ σαφηνείας δεόμενον; ποῖον δὲ τῶν εἰρημένων οὐκ ἔχει βοῶσαν τῶν πραγμάτων τὴν μαρτυρίαν;

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
