Ancient Greek
Book 10
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.90
Not analysed yet
Ἀκούσατε δὴ καὶ διὰ Μαλαχίου τοῦ Θεοῦ τῶν ὅλων πρὸς τὸν Ἰσραὴλ λέγοντος· «Οὐκ ἔστι μοι θέλημα ἐν ὑμῖν, λέγει Κύριος· καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν· διότι ἀπὸ ἀνατολῶν ἡλίου καὶ ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι· καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά. Διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει Κύριος παντοκράτωρ· ὑμεῖς δὲ βεβηλοῦτε αὐτό.»