Ancient Greek
Book 10
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 10.92
Not analysed yet
Εἰ δὲ βούλεσθε, καὶ τοῦ Δανιὴλ καὶ τοῦ Ἰεζεκιὴλ καὶ τοῦ Ἰωὴλ καὶ Μιχαίου καὶ Ωσηὲ τῶν ἄλλων προφητῶν ἀνάγνωτε τὰ θεσπίσματα. Ἅπαντες γάρ τοι τὴν τῶν ἐθνῶν προαγορεύουσι σωτηρίαν· καὶ μέντοι καὶ πρὸς τὸν πατριάρχην Ἁβραὰμ τὰς ξυνθήκας ποιούμενος, διὰ τοῦ σπέρματος αὐτοῦ δώσειν τοῖς ἔθνεσι τὴν εὐλογίαν ὑπέσχετο· «Εὐλογήσω γάρ σε» ἔφη «καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογημένος, καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς.»