# Graecarum affectionum curatio 10.97-99

Theodoretus, Graecarum affectionum curatio, 10.97 to 10.99. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/10.97

Ἐν δὲ τῷ πρώτῳ καὶ εἰκοστῷ· «Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν· ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.» Καὶ τὰ ἑξῆς δὲ τὴν αὐτὴν ἔχει διάνοιαν· προλέγει γὰρ τὸν ἐξ ἁπάντων τῶν ἐθνῶν νέον λαόν. Καὶ ἵνα τὰ πλείονα παραλίπω, ἀκούσατε αὐτοῦ ἐν τῷ τετταρακοστῷ καὶ τετάρτῳ ψαλμῷ λέγοντος· «Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησαν οἱ υἱοί σου· καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν.» Καὶ πάλιν ἐν τῷ πέμπτῳ καὶ τετταρακοστῷ· «Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός· ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν· ὑψωθήσομαι ἐν τῇ γῇ.» Ὁ δὲ μετὰ τοῦτον τὴν τῶν ἐθνῶν προαγορεύει σωτηρίαν· «Πάντα» γάρ φησι «τὰ ἔθνη κροτήσατε χεῖρας· ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως· ὅτι Κύριος ὕψιστος φοβερός, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.»

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
