# Graecarum affectionum curatio 11.16-18

Theodoretus, Graecarum affectionum curatio, 11.16 to 11.18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/11.16

Ἐπίκουρος δέ, τὴν ἐναντίαν τούτοις ὁδεύσας, τὸ μήτε πεινῆν μήτε διψῆν εὐδαιμονίαν ὡρίσατο, καὶ τούτων τὸν ἀπολαύοντα ἔλεγε κἂν Διῒ πατρὶ μάχεσθαι· οὕτως αὐτὸν τὸ φιλήδονον ἐπαιδοτρίβησεν εἰς ἀσέβειαν. Μὴ γὰρ δή τις μόνον ἴδῃ τὸ παρ' αὐτοῦ κωμῳδούμενον ὄνομα, τὸν Δία λέγω· τὸν γὰρ δὴ τῶν ὅλων Θεὸν οὕτω νοῶν ἐκεῖνος τὴν βλασφημίαν ἐτόλμησεν. Τοῦτο δὲ πέπονθεν ὁ τρισάθλιος, τῷ αὐτομάτῳ καὶ τοῖς ἀτόμοις πιστεύων καὶ ἀνηγεμόνευτα εἶναι καὶ ἀτημέλητα τὰ πάντα ἡγούμενος καὶ τῶν βεβιωμένων οὐ προσμένων ἐξέτασιν, ἀλλὰ μέχρι τῶν τάφων εἶναι νομίζων τῶν ἀνθρώπων τὴν ξύστασιν. Ὁ δὲ Πλάτων καὶ τὰ δικαστήρια τὰ ἐκεῖ καὶ τὰ κολαστήρια δείκνυσι καί φησιν ἐν τῷ δεκάτῳ τῆς Πολιτείας· «Ἐνταῦθα δὴ ἄνδρες ἄγριοι, διάπυροι ἰδεῖν, παρεστῶτες καὶ καταμανθάνοντες τὸ φθέγμα, τοὺς μὲν ἰδίᾳ παραλαμβάνοντες ἦγον, τὸν δὲ Ἀριδαῖον καὶ ἄλλους, ξυμποδίσαντες χεῖράς τε καὶ πόδας καὶ κεφαλήν, καταβαλόντες καὶ ἐκδείραντες εἷλκον παρὰ τὴν ὁδὸν

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
