Ancient Greek
Book 11
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 11.22
Not analysed yet
ἀνηκέστως ἔχειν διὰ τὰ μεγέθη τῶν ἁμαρτημάτων, ἢ ἱεροσυλίας πολλὰς καὶ μεγάλας ἢ φόνους πολλοὺς καὶ ἀδίκους καὶ παρανόμους ἐξειργασμένοι ἢ ἄλλα, ὅσα τυγχάνει τοιαῦτα ὄντα, τούτους δὲ ἡ προσήκουσα μοῖρα ῥίπτει εἰς τὸν Τάρταρον, ὅθεν οὔποτ' ἐκβαίνουσιν. Οἳ δ' ἂν ἰατὰ μέν, μεγάλα δὲ δόξωσιν ἡμαρτηκέναι ἁμαρτήματα, οἷον πρὸς πατέρα ἢ πρὸς μητέρα ὑπ' ὀργῆς βίαιόν τι πράξαντες, καὶ μεταμέλον αὐτοῖς τὸν ἄλλον βίον βιῶσιν, ἢ ἀνδροφόνοι ἢ τοιούτῳ τινὶ ἄλλῳ τρόπῳ γένωνται, τούτους δεῖ ἐμπεσεῖν μὲν εἰς τὸν Τάρταρον, ἐμπεσόντας δὲ αὐτοὺς καὶ ἐνιαυτὸν ἐκεῖ γενομένους ἐκβάλλει τὸ κῦμα, τοὺς μὲν ἀνδροφόνους κατὰ τὸν Κωκυτόν, τοὺς δὲ πατραλοίας κατὰ τὸν Πυριφλεγέθοντα.»