Ancient Greek
Book 11
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 11.25
Not analysed yet
Καλὸν γὰρ τὸ ἆθλον, καὶ ἡ ἐλπὶς μεγάλη.» Κἀν τῷ Γοργίᾳ δὲ τὰ παραπλήσια λέγει· «Ἄκουε δὴ μάλα καλοῦ λόγου, ὃν σὺ μὲν ἡγήσῃ μῦθον, ὡς ἐγὼ οἶμαι, ἐγὼ δὲ λόγον· ὡς ἀληθῆ γὰρ ὄντα σοι λεγέσθω, ἃ μέλλω λέγειν.» Καὶ μετ' ὀλίγα· «Τὸν δὲ δικαίως τὸν βίον διεληλυθότα καὶ ὁσίως, ἐπειδὰν τελευτήσῃ, εἰς μακάρων νήσους ἀπιόντα οἰκεῖν ἐν πάσῃ εὐδαιμονίᾳ ἐκτὸς κακῶν· τὸν δὲ ἀδίκως καὶ ἀθέως εἰς τὸ τῆς κρίσεώς τε καὶ δίκης δεσμωτήριον, ὃ δὴ Τάρταρον καλοῦσιν, ἰέναι.»