# Graecarum affectionum curatio 11.30

Theodoretus, Graecarum affectionum curatio, Book 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/11.30

Ἀλλ' ἐλθὼν παρὰ τὸν δικαστὴν ἐκεῖνον, τὸν τῆς Αἰγίνης υἱόν, ἐπειδάν σε ἐπιλαβόμενος ἐκεῖνος ἄγῃ, χασμήσει καὶ ἰλιγγιάσεις οὐδὲν ἧττον ἢ ἐγὼ ἐνθάδε καὶ σὺ ἐκεῖ· καί σε ἴσως τυπτήσει καὶ ἐπὶ κόρρης ἀτίμως καὶ πάντως προπηλακιεῖ. Τάχα δ' οὖν ταυτὶ μῦθός σοι δοκεῖ λέγεσθαι, ὥσπερ ὑπὸ γραός, καὶ καταφρονήσεις αὐτῶν· καὶ οὐδέν γ' ἂν ἦν θαυμαστὸν καταφρονεῖν τούτων, εἰ ἐπιζητοῦντες εἴχομεν τούτων βελτίω καὶ ἀληθέστερα εὑρεῖν· νῦν δὲ ὁρᾷς, ὅτι τρεῖς ὄντες ὑμεῖς, οἵπερ σοφώτατοί ἐστε τῶν Ἑλλήνων, σύ τε καὶ Πῶλος καὶ Γοργίας, οὐκ ἔχετε ἀποδεῖξαι, ὡς χρὴ ἄλλον τινὰ βίον ζῆν ἢ τοῦτον, ὅσπερ ἐκεῖσε φαίνεται ξυμφέρων.»

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
