Ancient Greek
Book 11
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 11.31
Not analysed yet
Τοιαῦτα κἀν τῷδε τῷ διαλόγῳ καὶ περὶ τῶν αὐτόθι διεξῆλθε καὶ σοφῶς μάλα παρῄνεσεν ἐπιμεληθῆναι τούτων, ἃ τῶν ἐκεῖ κολαστηρίων ἐλευθεροῖ. Κἀν τῷ Κρίτωνι δὲ τοὺς νόμους εἰσάγει λέγοντας τῷ Σωκράτει· «Ἀλλ' ὦ Σώκρατες, πειθόμενος ἡμῖν τοῖς σοῖς τροφεῦσι, μήτε παῖδας περὶ πλείονος ποιοῦ μήτε τὸ ζῆν μήτε ἄλλο μηδὲν πρὸ τοῦ δικαίου, ἵνα εἰς Ἅιδου ἐλθὼν ἔχῃς ταῦτα πάντα ἀπολογήσασθαι τοῖς ἐκεῖ ἄρχουσιν.»